19
Δημήτριος δὲ ὁ Κυνικὸς ἰδὼν ἐν Κορίνθῳ ἀπαίδευτόν τινα βιβλίον κάλλιστον ἀναγιγνώσκοντα — τὰς Βάκχας οἶμαι τοῦ Εὐριπίδου, κατὰ τὸν ἄγγελον δὲ ἦν τὸν διηγούμενον τὰ τοῦ Πενθέως πάθη καὶ τὸ τῆς Ἀγαύης ἔργον — ἁρπάσας διέσπασεν αὐτὸ εἰπών, ἄμεινόν ἐστι τῷ Πενθεῖ ἅπαξ σπαραχθῆναι ὑπʼ ἐμοῦ ἢ ὑπὸ σοῦ πολλάκις.
19
Ζητῶν δὲ ἀεὶ πρὸς ἐμαυτὸν οὔπω καὶ τήμερον εὑρεῖν δεδύνημαι τίνος ἕνεκα τὴν σπουδὴν ταύτην ἐσπούδακας περὶ τὴν ὠνὴν τῶν βιβλίων· ὠφελείας μὲν γὰρ ἢ χρείας τῆς ἀπʼ αὐτῶν οὐδʼ ἂν οἰηθείη τις τῶν καὶ ἐπʼ ἐλάχιστόν σε εἰδότων, οὐ μᾶλλον ἢ φαλακρὸς ἄν τις πρίαιτο κτένας ἢ κάτοπτρον ὁ τυφλὸς ἢ ὁ κωφὸς αὐλητὴν ἢ παλλακὴν ὁ εὐνοῦχος ἢ ὁ ἠπειρώτης κώπην ἢ ὁ κυβερνήτης ἄροτρον. ἀλλὰ μὴ ἐπίδειξιν πλούτου σοι τὸ πρᾶγμα ἔχει καὶ βούλει τοῦτο ἐμφῆναι ἅπασιν, ὅτι καὶ εἰς τὰ μηδέν σοι χρήσιμα ὅμως ἐκ πολλῆς τῆς περιουσίας ἀναλίσκεις; καὶ μὴν ὅσα γε κἀμὲ Σύρον ὄντα εἰδέναι, εἰ μὴ σαυτὸν φέρων ταῖς τοῦ γέροντος ἐκείνου διαθήκαις παρενέγραψας, ἀπωλώλεις ἂν ὑπὸ λιμοῦ ἤδη καὶ ἀγορὰν προὐτίθεις τῶν βιβλίων·.
20
λοιπὸν οὖν δὴ ἐκεῖνο, πεπεισμένον ὑπὸ τῶν κολάκων ὡς οὐ μόνον καλὸς εἶ καὶ ἐράσμιος ἀλλὰ σοφὸς καὶ ῥήτωρ καὶ συγγραφεὺς οἷος οὐδʼ ἕτερος, ὠνεῖσθαι τὰ βιβλία, ὡς ἀληθεύοις τοὺς ἐπαίνους αὐτῶν. φασὶ δὲ σὲ καὶ λόγους ἐπιδείκνυσθαι αὐτοῖς ἐπὶ δείπνῳ κἀκείνους χερσαίων βατράχων δίκην διψῶντας κεκραγέναι, ἢ μὴ πίνειν, ἢν μὴ διαρραγῶσι βοῶντες.
20
καὶ γὰρ οὐκ οἶδʼ ὅπως ῥᾷστος εἶ τῆς ῥινὸς ἕλκεσθαι, καὶ πιστεύεις αὐτοῖς ἅπαντα, ὅς ποτε κἀκεῖνο ἐπείσθης, ὡς βασιλεῖ τινι ὡμοιώθης τὴν ὄψιν, καθάπερ ὁ ψευδαλέξανδρος καὶ ὁὁ Herwerden: not in MSS. ψευδοφίλιππος ἐκεῖνος κναφεὺς καὶ ὁ κατὰ τοὺς προπάτορας ἡμῶν ψευδονέρων καὶ εἴ τις ἄλλος τῶν ὑπὸ τῷ ψευδοτῷ ψευδο Sommerbrodt: τὸ ψεῦδος MSS. τεταγμένων.