Thesauros Edebiyat satire Φιλοψευδὴς ἢ Ἀπιστῶν

Φιλοψευδὴς ἢ Ἀπιστῶν

Φιλοψευδὴς ἢ Ἀπιστῶν Lucian of Samosata
17 μόνος γὰρ Ἴων, ἔφη ὁ Εὐκράτης, τὰ τοιαῦτα εἶδεν, οὐχὶ δὲ καὶ ἄλλοι πολλοὶ δαίμοσιν ἐντετυχήκασιν οἱ μὲν νύκτωρ, οἱ δὲ μεθʼ ἡμέραν; ἐγὼ δὲ οὐχ ἅπαξ ἀλλὰ μυριάκις ἤδη σχέδον τὰ τοιαῦτα τεθέαμαι· καὶ τὸ μὲν πρῶτον ἐταραττόμην πρὸς αὐτά, νῦν δὲ δὴ ὑπὸ τοῦ ἔθους οὐδέν τι παράλογον ὁρᾶν μοι δοκῶ, καὶ μάλιστα ἐξ οὗ μοι τὸν δακτύλιον ὁ Ἄραψ ἔδωκε σιδήρου τοῦ ἐκ τῶν σταυρῶν πεποιημένον καὶ τὴν ἐπῳδὴν ἐδίδαξεν τὴν πολυώνυμον, ἐκτὸς εἰ μὴ κἀμοὶ ἀπιστήσεις, ὦ Τυχιάδη. καὶ πῶς ἄν, ἦν δʼ ἐγώ, ἀπιστήσαιμι Εὐκράτει τῷ Δείνωνος, σοφῷ ἀνδρὶ καὶ μάλιστα ἐλευθερίῳ,ἐλευθερίῳ Fritzsche: ἐλενθερίως γ: μάλιστα καὶ ἐλενθέρῳ β. τὰ δοκοῦντά οἱ λέγοντι οἴκοι παρʼ αὑτῷ ἐπʼ ἐξουσίας;
18 τὸ γοῦν περὶ τοῦ ἀνδριάντος, ἦ δʼ ὃς ὁ Εὐκράτης, ἅπασι τοῖς ἐπὶ τῆς οἰκίας ὅσαι νύκτες φαινόμενον καὶ παισὶ καὶ νεανίαις καὶ γέρουσι, τοῦτο οὐ παρʼ ἐμοῦ μόνον ἀκούσειας ἂν ἀλλὰ καὶ παρὰ τῶν ἡμετέρων ἁπάντων. ποίου, ἦν δʼ ἐγώ, ἀνδριάντος;
18 οὐχ ἑώρακας, ἔφη, εἰσιὼν ἐν τῇ αὐλῇ ἀνεστηκότα πάγκαλον ἀνδριάντα, Δημητρίου ἔργον τοῦ ἀνθρωποποιοῦ; μῶν τὸν δισκεύοντα, ἦν δʼ ἐγώ, φής, τὸν ἐπικεκυφότα κατὰ τὸ σχῆμα τῆς ἀφέσεως, ἀπεστραμμένον εἰς τὴν δισκοφόρον, ἠρέμα ὀκλάζοντα τῷ ἑτέρῳ, ἐοικότα συναναστησομένῳ μετὰ τῆς βολῆς; οὐκ ἐκεῖνον, ἦ δʼ ὅς, ἐπεὶ τῶν Μύρωνος ἔργων ἓν καὶ τοῦτό ἐστιν, ὁ δισκοβόλος ὃν λέγεις· οὐδὲ τὸν παρʼ αὐτόν φημι, τὸν διαδούμενον τὴν κεφαλὴν τῇ ταινίᾳ, τὸν καλόν, Πολυκλείτου γὰρ τοῦτο ἔργον. ἀλλὰ τοὺς μὲν ἐπὶ τὰ δεξιὰ εἰσιόντων ἄφες, ἐν οἷς καὶ τὰ Κριτίου καὶκαὶ Ross: τοῦ MSS. Νησιώτου πλάσματα ἕστηκεν, οἱ τυραννοκτόνοι· σὺ δὲ εἴ τινα παρὰ τὸ ὕδωρ τὸ ἐπιρρέον εἶδες προγάστορα, φαλαντίαν, ἡμίγυμνον τὴν ἀναβολήν, ἠνεμωμένον τοῦ πώγωνος τὰς τρίχας ἐνίας, ἐπίσημον τὰς φλέβας, αὐτοανθρώπῳ ὅμοιον, ἐκεῖνον λέγω· Πέλλιχος ὁ Κορίνθιος στρατηγὸς εἶναι δοκεῖ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi