Thesauros Edebiyat satire Φιλοψευδὴς ἢ Ἀπιστῶν

Φιλοψευδὴς ἢ Ἀπιστῶν

Φιλοψευδὴς ἢ Ἀπιστῶν Lucian of Samosata
27 ἅμα ταῦτα λεγόντων ἡμῶν ἐπεισῆλθον οἱ τοῦ Εὐκράτους υἱοὶ ἐκ τῆς παλαίστρας, ὁ μὲν ἤδη ἐξ ἐφήβων, ὁ δὲ ἕτερος ἀμφὶ τὰ πεντεκαίδεκα ἔτη, καὶ ἀσπασάμενοι ἡμᾶς ἐκαθέζοντο ἐπὶ τῆς κλίνης παρὰ τῷ πατρί· ἐμοὶ δὲ εἰσεκομίσθη θρόνος. καὶ ὁ Εὐκράτης ὥσπερ ἀναμνησθεὶς πρὸς τὴν ὄψιν τῶν υἱέων·, οὕτως ὀναίμην, ἔφη, τούτων — ἐπιβαλὼν αὐτοῖν τὴν χεῖρα — ἀληθῆ, ὦ Τυχιάδη, πρός σε ἐρῶ. τὴν μακαρῖτίν μου γυναῖκα τὴν τούτων μητέρα πάντες ἴσασιν ὅπως ἠγάπησα, ἐδήλωσα δὲ οἷς περὶ αὐτὴν ἔπραξα οὐ ζῶσαν μόνον, ἀλλὰ καὶ ἐπεὶ ἀπέθανεν, τόν τε κόσμον ἅπαντα συγκατακαύσας καὶ τὴν ἐσθῆτα ᾗ ζῶσα ἔχαιρεν. ἑβδόμῃ δὲ μετὰ τὴν τελευτὴν ἡμέρᾳ ἐγὼ μὲν ἐνταῦθα ἐπὶ τῆς κλίνης ὥσπερ νῦν ἐκείμην παραμυθούμενος τὸ πένθος· ἀνεγίγνωσκον γὰρ τὸ περὶ ψυχῆς τοῦ Πλάτωνος βιβλίον ἐφʼ ἡσυχίας· ἐπεισέρχεται δὲ μεταξὺ ἡ Δημαινέτη αὐτὴ ἐκείνη καὶ καθίζεται πλησίον ὥσπερ νῦν Εὐκρατίδης οὑτοσί, δείξας τὸν νεώτερον τῶν υἱέων· ὁ δὲ αὐτίκα ἔφριξε μάλα παιδικῶς, καὶ πάλαι ἤδη ὠχρὸς ὢνἦν γ. πρὸς τὴν διήγησιν. ἐγὼ δέ, ἦ δʼ ὃς ὁ Εὐκράτης, ὡς εἶδον, περιπλακεὶς αὐτῇ ἐδάκρυον ἀνακωκύσας· ἡ δὲ οὐκ εἴα βοᾶν, ἀλλʼ ᾐτιᾶτό με ὅτι τὰ ἄλλα πάνταπολλὰ β. χαρισάμενος αὐτῇ θάτερον τοῖν σανδάλοιν χρυσοῖν ὄντοιν οὐ κατακαύσαιμι, εἶναι δὲ αὐτὸ ἔφασκεν ὑπὸ τῇ κιβωτῷ παραπεσόν. καὶ διὰ τοῦτο ἡμεῖς οὐχ εὑρόντες θάτερον μόνον ἐκαύσαμεν. ἔτι δὲ ἡμῶν διαλεγομένων κατάρατόν τι κυνίδιον ὑπὸ τῇ κλίνῃ ὂν Μελιταῖον ὑλάκτησεν, ἡ δὲ ἠφανίσθη πρὸς τὴν ὑλακήν. τὸ μέντοι σανδάλιον εὑρέθη ὑπὸ τῇ κιβωτῷ καὶ κατεκαύθη ὕστερον.
28 ἔτι ἀπιστεῖν τούτοις, ὦ Τυχιάδη, ἄξιον ἐναργέσιν οὖσιν καὶ κατὰ τὴν ἡμέραν ἑκάστην φαονομένοις; μὰ Δίʼ, ἦν δʼ ἐγώ· ἐπεὶ σανδάλῳ γε χρυσῷ εἰς τὰς πυγὰς ὥσπερ τὰ παιδία παίεσθαι ἄξιοι ἂν εἶεν οἱ ἀπιστοῦντες καὶ οὕτως ἀναισχυντοῦντες πρὸς τὴν ἀλήθειαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi