Thesauros Edebiyat satire Περὶ τῶν ἐν Μισθῷ συνόντων

Περὶ τῶν ἐν Μισθῷ συνόντων

Περὶ τῶν ἐν Μισθῷ συνόντων Lucian of Samosata
19 ἵνα γοῦν σοι τὴν ὀξυρεγμίαν τὴν ἐπὶ τούτοις παρῶ καὶ τὸν ἐν τῇ νυκτὶ ἔμετον, ἕωθεν δεήσει περὶ τοῦ μισθοῦ συμβῆναι ὑμᾶς, ὁπόσον τε καὶ ὁπότε τοῦ ἔτους χρὴ λαμβάνειν. παρόντων οὖν ἢκαὶ? Cobet excises. δύο ἢ τριῶν φίλων προσκαλέσας σε καὶ καθίζεσθαι κελεύσας ἄρχεται λέγειν· τὰ μὲν ἡμέτερα ὁποῖά ἐστιν ἑώρακας ἤδη, καὶ ὡς τῦφος ἐν αὐτοῖς οὐδὲ εἷς, ἀτραγῴδητα δὲ καὶ πεζὰ πάντα καὶ δημοτικά, χρὴ δέ σε οὕτως ἔχειν ὡς ἁπάντων ἡμῖν κοινῶν ἐσομένων· γελοῖον γὰρ εἰ τὸ κυριώτατον, τὴν ψυχήν σοι τὴν ἐμαυτοῦ ἢ καὶ νὴ Δία τῶν παίδων. — εἰ παῖδες εἶεν αὐτῷ παιδεύσεως δεόμενοι — ἐπιτρέπων τῶν ἄλλων μὴ ἐπʼ ἴσης ἡγοίμην δεσπότην. ἐπεὶ δὲ καὶ ὡρίσθαι τι δεῖ, — ὁρῶ μὲν τὸ μέτριον καὶ αὔταρκες τοῦ σοῦ τρόπου καὶ συνίημι ὡς οὐχὶ μισθοῦ ἐλπίδι προσελήλυθας ἡμῶν τῇ οἰκίᾳ, τῶν δὲ ἄλλων ἕνεκα, τῆς εὐνοίας τῆς παρʼ ἡμῶν καὶ τιμῆς, ἣν παρὰ πᾶσιν ἕξεις· ὅμως δʼ οὖν καὶ ὡρίσθω τι, — σὺ δʼ αὐτὸς ὅ τι καὶ βούλει λέγε, μεμνημένος, ὦ φίλτατε, κἀκείνων ἅπερ ἐν ἑορταῖς διετησίοις εἰκὸς ἡμᾶς παρέξειν· οὐ γὰρ ἀμελήσομεν οὐδὲ τῶν τοιούτων, εἰ καὶ μὴ νῦν αὐτὰ συντιθέμεθα· πολλαὶ δέ, οἶσθα, τοῦ ἔτους αἱ τοιαῦται ἀφορμαί. καὶ πρὸς ἐκεῖνα τοίνυν ἀποβλέπων μετριώτερον δῆλον ὅτι ἐπιβαλεῖς ἡμῖν τὸν μισθόν. ἄλλως τε καὶ πρέπον ἂν εἴη τοῖς πεπαιδευμένοις ὑμῖν κρείττοσιν εἶναι χρημάτων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi