Thesauros Edebiyat satire Περὶ τῶν ἐν Μισθῷ συνόντων

Περὶ τῶν ἐν Μισθῷ συνόντων

Περὶ τῶν ἐν Μισθῷ συνόντων Lucian of Samosata
34 ἕτερον δʼ οὖν τι καὶ τοιοῦτον αὐτῷ προσταχθῆναι. καλέσασα γὰρ αὐτὸν ἡ γυνή, Θεσμόπολι, φησίν, οὕτως ὄναιο, χάριν οὐ μικρὰν αἰτούσῃ δὸς μηδὲν ἀντειπὼν μηδὲ ὅπως ἐπὶ πλεῖόν σου δεήσομαι περιμείνας. τοῦ δέ, ὅπερ εἰκὸς ἦν, ὑποσχομένου πάντα πράξειν, δέομαί σου τοῦτο, ἔφη, χρηστὸν ὁρῶσά σε καὶ ἐπιμελῆ καὶ φιλόστοργον, τὴν κύνα ἣν οἶσθα τὴν Μυρρίνην ἀναλαβὼν εἰς τὸ ὄχημα φύλαττέ μοι καὶ ἐπιμελοῦ ὅπως μηδενὸς ἐνδεὴς ἔσται· βαρύνεται γὰρ ἡ ἀθλία τὴν γαστέρα καὶ σχεδὸν ὡς ἐπίτεξ ἐστίν· οἱ δὲ κατάρατοι οὗτοι καὶ ἀπειθεῖς οἰκέται οὐχ ὅπως ἐκείνης, ἀλλʼ οὐδʼ ἐμοῦ αὐτῆς πολὺν ποιοῦνται λόγον ἐν ταῖς ὁδοῖς. μὴ τοίνυν τι σμικρὸν οἰηθῇς εὖ ποιήσειν με τὸ περισπούδαστόν μοι καὶ ἥδιστον κυνίδιον διαφυλάξας. ὑπέσχετο ὁ Θεσμόπολις πολλὰ ἱκετευούσης καὶ μονονουχὶ καὶ δακρυούσης. τὸ δὲ πρᾶγμα παγγέλοιον ἦν, κυνίδιον ἐκ τοῦ ἱματίου προκῦπτον μικρὸν ὑπὸ τὸν πώγωνα καὶ κατουρῆσαν πολλάκις, εἰ καὶ μὴ ταῦτα ὁ Θεσμόπολις προσετίθει, καὶ βαΰζον λεπτῇ τῇ φωνῇ — τοιαῦτα γὰρ τὰ Μελιταῖα — καὶ τὸ γένειον τοῦ φιλοσόφου περιλιχμώμενον, καὶ μάλιστα εἴ τι τοῦ χθιζοῦ αὐτῷ ζωμοῦ ἐγκατεμέμικτο. καὶ ὅ γε κίναιδος, ὁ σύνεδρος, οὐκ ἀμούσως ποτὲ καὶ εἰς τοὺς ἄλλους τοὺς παρόντας ἐν τῷ συμποσίῳ ἀποσκώπτων, ἐπειδή ποτε καὶ ἐπὶ τὸν Θεσμόπολιν καθῆκε τὸ σκῶμμα, περὶ δὲ Θεσμοπόλιδος, ἔφη, τοῦτο μόνον εἰπεῖν ἔχω, ὅτι ἀντὶ Στωϊκοῦ ἤδη Κυνικὸς ἡμῖν γεγένηται. τὸ δʼ οὖν κυνίδιον καὶ τετοκέναι ἐν τῷ τρίβωνι τῷ τοῦ Θεσμοπόλιδος ἐπυθόμην.
35 τοιαῦτα ἐντρυφῶσι, μᾶλλον δὲ ἐνυβρίζουσι τοῖς συνοῦσι, κατὰ μικρὸν αὐτοὺς χειροήθεις τῇ ὕβρει παρασκευάζοντες. οἶδα δʼ ἐγὼ καὶ ῥήτορα τῶν καρχάρων ἐπὶ τῷ δείπνῳ κελευσθέντα μελετήσαντα μὰ τὸν Δίʼ οὐκ ἀπαιδεύτως, ἀλλὰ πάνυ τορῶς καὶ συγκεκροτημένως· ἐπῃνεῖτο γοῦν μεταξὺ πινόντων οὐ πρὸς ὕδωρ μεμετρημένον, ἀλλὰ πρὸς οἴνου ἀμφορέας λέγων, καὶ τοῦτο ὑποστῆναι τὸ τόλμημα ἐπὶ διακοσίαις δραχμαῖς ἐλέγετο.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi