Thesauros Edebiyat satire Περὶ τῶν ἐν Μισθῷ συνόντων

Περὶ τῶν ἐν Μισθῷ συνόντων

Περὶ τῶν ἐν Μισθῷ συνόντων Lucian of Samosata
40 καί σε οὐκ ἄν τις ἄλλος δέξαιτο ἔξωρον ἤδη γεγονότα καὶ τοῖς γεγηρακόσιν ἵπποις ἐοικότα, ὧν οὐδὲ τὸ δέρμα ὁμοίως χρήσιμον. ἄλλως τε καὶ ἡ ἐκ τοῦ ἀπωσθῆναι διαβολὴ πρὸς τὸ μεῖζον εἰκαζομένη μοιχὸν ἢ φαρμακέα σε ἤ τι τοιοῦτον ἄλλο δοκεῖν ποιεῖ· ὁ μὲν γὰρ κατήγορος καὶ σιωπῶν ἀξιόπιστος, σὺ δὲ Ἕλλην καὶ ῥᾴδιος τὸν τρόπον καὶ πρὸς πᾶσαν ἀδικίαν εὔκολος. τοιούτους γὰρ ἅπαντας ἡμᾶς εἶναι οἴονται, καὶ μάλα εἰκότως· δοκῶ γάρ μοι καὶ τῆς τοιαύτης δόξης αὐτῶν, ἣν ἔχουσι περὶ ἡμῶν, κατανενοηκέναι τὴν αἰτίαν. πολλοὶ γὰρ εἰς τὰς οἰκίας παρελθόντες ὑπὲρ τοῦ μηδὲν ἄλλο χρήσιμον εἰδέναι μαντείαςμαγείας Valckenaer, which has been generally adopted; but cf. 27 μάγον ἢ μάντιν. καὶ φαρμακείας ὑπέσχοντο καὶ χάριτας ἐπὶ τοῖς ἐρωτικοῖς καὶ ἐπαγωγὰς τοῖς ἐχθροῖς, καὶ ταῦτα πεπαιδεῦσθαι λέγοντες καὶ τρίβωνας ἀμπεχόμενοι καὶ πώγωνας οὐκ εὐκαταφρονήτους καθειμένοι. εἰκότως οὖν τὴν ὁμοίαν περὶ πάντων ὑπόνοιαν ἔχουσιν, οὓς ἀρίστους ᾤοντο τοιούτους ὁρῶντες, καὶ μάλιστα ἐπιτηροῦντες αὐτῶν τὴν ἐν τοῖς δείπνοις καὶ τῇ ἄλλῃ συνουσίᾳ κολακείαν καὶ τὴν πρὸς τὸ κέρδος δουλοπρέπειαν.
41 ἀποσεισάμενοι δὲ αὐτοὺς μισοῦσι, καὶ μάλα εἰκότως, καὶ ἐξ ἅπαντος ζητοῦσιν ὅπως ἄρδην ἀπολέσωσιν, ἢν δύνωνται· λογίζονται γὰρ ὡς ἐξαγορεύσουσιν αὐτῶν τὰ πολλὰ ἐκεῖνα τῆς φύσεως ἀπόρρητα ὡς ἅπαντα εἰδότες ἀκριβῶς καὶ γυμνοὺς αὐτοὺς ἐπωπτευκότες. τοῦτο τοίνυν ἀποπνίγει αὐτούς· ἅπαντες γὰρ ἀκριβῶς ὅμοιοί εἰσιν τοῖς καλλίστοις τούτοις βιβλίοις, ὧν χρυσοῖ μὲν οἱ ὀμφαλοί, πορφυρᾶ δὲ ἔκτοσθεν ἡ διφθέρα, τὰ δὲ ἔνδον ἢ Θυέστης ἐστὶν τῶν τέκνων ἑστιώμενος ἢ Οἰδίπους τῇ μητρὶ συνὼν ἢ Τηρεὺς δύο ἀδελφὰς ἅμα ὀπυίων. τοιοῦτοι καὶ αὐτοί εἰσι, λαμπροὶ καὶ περίβλεπτοι, ἔνδον δὲ ὑπὸ τῇ πορφύρᾳ πολλὴν τὴν τραγῳδίαν σκέποντες· ἕκαστον γοῦν αὐτῶν ἢν ἐξειλήσῃς, δρᾶμα οὐ μικρὸν εὑρήσεις Εὐριπίδου τινὸς ἢ Σοφοκλέους, τὰ δʼ ἔξω πορφύρα εὐανθὴς καὶ χρυσοῦς ὁ ὀμφαλός. ταῦτα οὖν συνεπιστάμενοι αὑτοῖς, μισοῦσι καὶ ἐπιβουλεύουσιν εἴ τις ἀποστὰς ἀκριβῶς κατανενοηκὼς αὐτοὺς ἐκτραγῳδήσει καὶ πρὸς πολλοὺς ἐρεῖ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi