Thesauros Edebiyat satire Περὶ τῶν ἐν Μισθῷ συνόντων

Περὶ τῶν ἐν Μισθῷ συνόντων

Περὶ τῶν ἐν Μισθῷ συνόντων Lucian of Samosata
3 ὡς οὖν τό γε ἡμέτερον εἰσαῦθίς ποτε ἀναίτιον ᾖ μηδὲ ἔχῃςἔχης Fritzsche: ἔχοις MSS. λέγειν ὡς ὁρῶντές σε τηλικοῦτο μετὰ τῆς καρίδος ἄγκιστρον καταπίνοντα οὐκ ἐπελαβόμεθα οὐδὲ πρὶν ἐμπεσεῖν τῷ λαιμῷ περιεσπάσαμεν οὐδὲ προεδηλώσαμεν, ἀλλὰ περιμείναντες ἐξ ἑλκομένουἐξ ἑλκομένον Harmon: ἐξελκομένου MSS. καὶ ἐμπεπηγότος ἤδη συρόμενον καὶ πρὸς ἀνάγκην ἀγόμενον ὁρᾶν, ὅτʼ οὐδὲν ὄφελος ἑστῶτες ἐπεδακρύομεν· ὅπως μὴ ταῦτα λέγῃς ποτέ, πάνυ εὔλογα, ἢν λέγηται, καὶ ἄφυκτα ἡμῖν, ὡς οὐκ ἀδικοῦμεν μὴ προμηνύσαντες, ἄκουσον ἐξ ἀρχῆς ἁπάντων, καὶ τὸ δίκτυόν τε αὐτὸ καὶ τῶν κύρτων τὸ ἀδιέξοδον ἔκτοσθεν ἐπὶ σχολῆς, ἀλλὰ μὴ ἔνδοθεν ἐκ τοῦ μυχοῦ προεπισκόπησον, καὶ τοῦ ἀγκίστρου δὲ τὸ ἀγκύλον καὶ τὴν εἰς τὸ ἔμπαλιν τοῦ σκόλοπος ἀναστροφὴν καὶ τῆς τριαίνης τὰς ἀκμὰς εἰς τὰς χεῖρας λαβὼν καὶ πρὸς τὴν γνάθον πεφυσημένην ἀποπειρώμενος, ἢν μὴ πάνυ ὀξέα μηδὲ ἄφυκτα μηδὲ ἀνιαρὰ ἐν τοῖς τραύμασι φαίνηται βιαίως σπῶντα καὶ ἀμάχως ἀντιλαμβανόμενα, ἡμᾶς μὲν ἐν τοῖς δειλοῖς καὶ διὰ τοῦτο πεινῶσιν ἀνάγραφε, σεαυτὸν δὲ παρακαλέσας θαρρεῖν ἐπιχείρει τῇ ἄγρᾳ, εἰ θέλεις, καθάπερ ὁ λάρος ὅλον περιχανὼν τὸ δέλεαρ.
4 ῥηθήσεται δὲ ὁ πᾶς λόγος τὸ μὲν ὅλον ἴσως διὰ σέ, πλὴν ἀλλʼ οὔ γε περὶ τῶν φιλοσοφούντων ὑμῶν μόνον, οὐδὲ ὁπόσοι σπουδαιοτέραν τὴν προαίρεσιν προείλοντο ἐν τῷ βίῳ, ἀλλὰ καὶ περὶ γραμματιστῶν καὶ ῥητόρων καὶ μουσικῶν καὶ ὅλως τῶν ἐπὶ παιδείαις συνεῖναι καὶ μισθοφορεῖν ἀξιουμένων. κοινῶν δὲ ὡς ἐπίπαν ὄντων καὶ ὁμοίων τῶν συμβαινόντων ἅπασι, δῆλον ὡς οὐκ ἐξαίρετα μέν, αἰσχίω δὲ τὰ αὐτὰ ὄντα γίγνεται τοῖς φιλοσοφοῦσιν, εἰ τῶν ὁμοίων τοῖς ἄλλοις ἀξιοῖντο καὶ μηδὲν αὐτοὺς σεμνότερον οἱ μισθοδόται ἄγοιεν. ὅ τι δʼ ἂν οὖν ὁ λόγος αὐτὸς ἐπιὼν ἐξευρίσκῃ, τούτου τὴν αἰτίαν μάλιστα μὲν οἱ ποιοῦντες αὐτοί, ἔπειτα δὲ οἱ ὑπομένοντες αὐτὰ δίκαιοι ἔχειν· ἐγὼ δὲ ἀναίτιος, εἰ μὴ ἀληθείας καὶ παρρησίας ἐπιτίμιόν τί ἐστιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi