33
ὡς δὲ νῦν ἔχετε, θεῶν τινος εὐμενείᾳ σώζεσθαί μοι δοκεῖτε, οἳ μηδέπω ἀπολώλατε ὑπό τινων ὀλίγων ψιλῶν ἐπιπεσόντων. ἰδού γέ τοι ἢν σπασάμενος τὸ μικρὸν τοῦτο ξιφίδιον τὸ παρὰ τὴν ζώνην μόνος ἐπεισπέσω τοῖς νέοις ὑμῶν ἅπασιν, αὐτοβοεὶ ἂν ἕλοιμι τὸ γυμνάσιον φυγόντων ἐκείνων καὶ οὐδενὸς ἀντιβλέπειν τῷ σιδήρῳ τολμῶντος, ἀλλὰ περὶ τοὺς ἀνδριάντας ἂν περιιστάμενοι καὶ περὶ τοὺς κίονας κατακρυπτόμενοι γέλωτα ἄν μοι παράσχοιεν δακρύοντες οἱ πολλοὶ καὶ τρέμοντες. καὶ τότʼ ἂν ἴδοις οὐκέτι ἐρυθριῶντας αὐτοὺς τὰ σώματα οἷοι νῦν εἰσιν, ἀλλὰ ὠχροὶ ἅπαντες αὐτίκα γένοιντʼ ἂν ὑπὸ τοῦ δέους μεταβαφέντες. οὕτως ὑμᾶς ἡ εἰρήνη διατέθεικε βαθεῖα οὖσα, ὡς μὴ ἂν ῥᾳδίως ἀνασχέσθαι λόφον ἕνα κράνους πολεμίου ἰδόντας.
34
οὐ ταῦτα ἔφασαν, ὦ Ἀνάχαρσι, Θρᾳκῶν τε ὅσοι μετʼ Εὐμόλπου ἐφʼ ἡμᾶς ἐστράτευσαν καὶ αἱ γυναῖκες ὑμῶν αἱ μετὰ Ἱππολύτης ἐλάσασαι ἐπὶ τὴν πόλιν οὐδὲ οἱ ἄλλοι ὅσοι ἡμῶν ἐν ὅπλοις ἐπειράθησαν. ἡμεῖς γάρ, ὦ μακάριε, οὐκ ἐπείπερ οὕτω γυμνὰ τὰ σώματα ἐκπονοῦμεν τῶν νέων, διὰ τοῦτο καὶ ἄνοπλα ἐξάγομεν ἐπὶ τοὺς κινδύνους, ἀλλʼ ἐπειδὰν καθʼ αὑτοὺς ἄριστοι γένωνται, ἀσκοῦνται τὸ μετὰ τοῦτο σὺν τοῖς ὅπλοις, καὶ πολὺ ἄμεινον χρήσαιντʼ ἂν αὐτοῖς οὕτω διακείμενοι.
34
καὶ ποῦ τοῦτο ὑμῖν ἐστι τὸ γυμνάσιον τὸ ἐν τοῖς ὅπλοις; οὐ γὰρ εἶδον ἔγωγε ἐν τῇ πόλει τοιοῦτον οὐδέν, ἅπασαν αὐτὴν ἐν κύκλῳ περιελθών.