13
νὴ Δίʼ, ὦ Σόλων, καὶ ἐπιγελῶν γε προσέτι καὶ ἐπιχλευάζων· ἅπαντα γὰρ ὁπόσα κατηριθμήσω ἐκεῖνα, τὰς ἀρετὰς καὶ τὰς εὐεξίας καὶ τὰ κάλλη καὶ τόλμαν, ὁρῶ οὐδενὸς μεγάλου ἕνεκα παραπολλυμένας ὑμῖν, οὔτε πατρίδος κινδυνευούσης οὔτε χώρας πορθουμένης οὔτε φίλων ἢ οἰκείων πρὸς ὕβριν ἀπαγομένων. ὥστε τοσούτῳ γελοιότεροι ἂν εἶεν, ἄριστοι μέν, ὡς φής, ὄντες, μάτην δὲ τοσαῦτα πάσχοντες καὶ ταλαιπωρούμενοι καὶ αἰσχύνοντες τὰ κάλλη καὶ τὰ μεγέθη τῇ ψάμμῳ καὶ τοῖς ὑπωπίοις, ὡς μήλου καὶ κοτίνου ἐγκρατεῖς γένοιντο νικήσαντες. ἡδὺ γάρ μοι ἀεὶ μεμνῆσθαι τῶν ἄθλων τοιούτων ὄντων. ἀτὰρ εἰπέ μοι, πάντες αὐτὰ λαμβάνουσιν οἱ ἀγωνισταί;
13
οὐδαμῶς, ἀλλὰ εἷς ἐξ ἁπάντων, ὁ κρατήσας αὐτῶν.
13
εἶτα, ὦ Σόλων, ἐπὶ τῷ ἀδήλῳ καὶ ἀμφιβόλῳ τῆς νίκης τοσοῦτοι πονοῦσι, καὶ ταῦτʼ εἰδότες ὅτι ὁ μὲν νικῶν εἷς ἔσται πάντως, οἱ δὲ ἡττώμενοι πάμπολλοι, μάτην ἄθλιοι πληγάς, οἱ δὲ καὶ τραύματα λαβόντες;
14
ἔοικας, ὦ Ἀνάχαρσι, μηδέπω ἐννενοηκέναι πολιτείας ὀρθῆς πέρι μηδέν· οὐ γὰρ ἂν τὰ κάλλιστα τῶν ἐθῶν ἐν ψόγῳ ἐτίθεσο. ἢν δέ σοι μελήσῃ ποτὲ εἰδέναι ὅπως ἂν τὰ κάλλιστα οἰκηθείη πόλις καὶ ὅπως ἂν ἄριστοι γένοιντο οἱ πολῖται αὐτῆς, ἐπαινέσῃ τότε καὶ τὰς ἀσκήσεις ταύτας καὶ τὴν φιλοτιμίαν ἣν φιλοτιμούμεθα περὶ αὐτάς, καὶ εἴσῃ ὅτι πολὺ τὸ χρήσιμον ἔχουσιν ἐγκαταμεμιγμένον τοῖς πόνοις, εἰ καὶ νῦν μάτην σπουδάζεσθαι δοκοῦσιν.
14
καὶ μήν, ὦ Σόλων, κατʼ οὐδὲν ἄλλο ἀπὸ τῆς Σκυθίας ἥκω παρʼ ὑμᾶς τοσαύτην μὲν γῆν διοδεύσας, μέγαν δὲ τὸν Εὔξεινον καὶ δυσχείμερον περαιωθείς, ἢ ὅπως νόμους τε τοὺς Ἑλλήνων ἐκμάθοιμι καὶ ἔθη τὰ παρʼ ὑμῖν κατανοήσαιμι καὶ πολιτείαν τὴν ἀρίστην ἐκμελετήσαιμι. διὸ καὶ σὲ μάλιστα φίλον ἐξ ἁπάντων Ἀθηναίων καὶ ξένον προειλόμην κατὰ κλέος, ἐπείπερ ἤκουον νόμων τε συγγραφέα τινὰ εἶναι σε καὶ ἐθῶν τῶν ἀρίστων εὑρετὴν καὶ ἐπιτηδευμάτων ὠφελίμων εἰσηγητήν, καὶ ὅλως πολιτείας τινὸς συναρμοστήν. ὥστε οὐκ ἂν φθάνοις διδάσκων με καὶ μαθητὴν ποιούμενος· ὡς ἔγωγε ἡδέως ἂν ἄσιτός σοι καὶ ἄποτος παρακαθεζόμενος, εἰς ὅσον ἂν αὐτὸς διαρκοίης λέγων, κεχηνὼς ἐπακούοιμι περὶ πολιτείας τε καὶ νόμων διεξιόντος.