17
ἀπίωμεν δʼ οὖν. καὶ ὅπως μὴ καθάπερ νόμοις προσέξεις οἷς ἂν λέγω πρὸς σέ, ὡς ἐξ ἅπαντος πιστεύειν αὐτοῖς, ἀλλʼ ἔνθα ἄν σοι μὴ ὀρθῶς τι λέγεσθαι δοκῇ, ἀντιλέγειν εὐθὺς καὶ διευθύνειν τὸν λόγον. δυοῖν γὰρ θατέρου πάντως οὐκ ἂν ἁμάρτοιμεν, ἢ σὲ βεβαίως πεισθῆναι ἐκχέαντα ὁπόσα οἴει ἀντιλεκτέα εἶναι ἢ ἐμὲ ἀναδιδαχθῆναι ὡς οὐκ ὀρθῶς γιγνώσκω περὶ αὐτῶν. καὶ ἐν τούτῳ πᾶσα ἄν σοι ἡ πόλις ἡ Ἀθηναίων οὐκ ἂν φθάνοι χάριν ὁμολογοῦσα· ὅσα γὰρ ἂν ἐμὲ παιδεύσῃς καὶ μεταπείσῃς πρὸς τὸ βέλτιον, ἐκείνην τὰ μέγιστα ἔσῃ ὠφεληκώς. οὐδὲν γὰρ ἂν ἀποκρυψαίμην αὐτήν, ἀλλʼ εὐθὺς εἰς τὸ μέσον καταθήσω φέρων καὶ καταστὰς ἐν τῇ πνυκὶ ἐρῶ πρὸς ἅπαντας, ἄνδρες Ἀθηναῖοι, ἐγὼ μὲν ὑμῖν ἔγραψα τοὺς νόμους οἵους ᾤμηνὥμην Cobet: ἂν ὤμην MSS. ὠφελιμωτάτους ἔσεσθαι τῇ πόλει, ὁ δὲ ξένος οὑτοσί — δείξας σέ, ὦ Ἀνάχαρσι — Σκύθης μέν ἐστι, σοφὸς δὲ ὢν μετεπαίδευσέ με καὶ ἄλλα βελτίω μαθήματα καὶ ἐπιτηδεύματα ἐδιδάξατο· ὥστε εὐεργέτης ὑμῶν ὁ ἀνὴρ ἀναγεγράφθω καὶ χαλκοῦν αὐτὸν ἀναστήσατε παρὰ τοὺς ἐπωνύμους ἢἤ O. Müller: not in MSS. ἐν πόλει παρὰ τὴν Ἀθηνᾶν. καὶ εὖ ἴσθι ὡς οὐκ αἰσχυνεῖταιαἰσχυνεῖται Fritzsche: αἰσχύνηται MSS. ἡ Ἀθηναίων πόλις παρὰ βαρβάρου καὶ ξένου τὰ συμφέροντα ἐκμανθάνοντες.
18
τοῦτʼ ἐκεῖνο ἦν ἄρα, ὃ ἐγὼ περὶ ὑμῶν ἤκουον τῶν Ἀθηναίων, ὡς εἴητε εἴρωνες ἐν τοῖς λόγοις. ἐπεὶ πόθεν ἂν ἐγὼ νομὰς καὶ πλάνης ἄνθρωπος, ἐφʼ ἁμάξης βεβιωκώς, ἄλλοτε ἄλλην γῆν ἀμείβων, πόλιν δὲ οὔτε οἰκήσας πώποτε οὔτε ἄλλοτε ἢ νῦν ἑωρακώς, περὶ πολιτείας διεξίοιμι καὶ διδάσκοιμι αὐτόχθονας ἄνδρας πόλιν ταύτην ἀρχαιοτάτην τοσούτοις ἤδη χρόνοις ἐν εὐνομίᾳ κατῳκηκότας, καὶ μάλιστα σέ,σέ vulg.: not in MSS. ὦ Σόλων, ᾧ τοῦτο ἐξ ἀρχῆς καὶ μάθημα, ὡς φασίν, ἐγένετο, ἐπίστασθαι ὅπως ἂν ἄριστα πόλις οἰκοῖτο καὶ οἷστισιν νόμοις χρωμένη εὐδαιμονήσειε; πλὴν ἀλλὰ καὶ τοῦτο ὡς νομοθέτῃ πειστέον σοι, καὶ ἀντερῶ ἤν τί μοι δοκῇ μὴ ὀρθῶς λέγεσθαι, ὡς βεβαιότερον μάθοιμι.