51
ἀλλὰ καὶ βαρβάροις πολλάκις ἔχρησεν, εἴ τις τῇ πατρίῳ ἔροιτο φωνῇ, Συριστὶ ἢ Κελτιστί, ῥᾳδίωςοὐ ῥᾳδίως β. ἐξευρίσκων τινὰς ἐπιδημοῦντας ὁμοεθνεῖς τοῖς δεδωκόσιν. διὰ τοῦτο καὶ πολὺς ὁ ἐν μέσῳ χρόνος ἦν τῆς τε δόσεως τῶν βιβλίων καὶ τῆς χρησμῳδίας, ὡς ἐν τοσούτῳ κατὰ σχολὴν λύοιντό τε οἱ χρησμοὶ ἀσφαλῶς καὶ εὑρίσκοιντο οἱ ἑρμηνεῦσαι δυνάμενοι ἕκαστα. οἷος καὶ ὁ τῷ Σκύθῃ δοθεὶς χρησμὸς ἦν· μορφὴν εὐβάργουλις εἰς σκιὰν χνεχικραγη λείψει φάος.φάος Text Γ: μορφεῦ· μάργουλος ἰσχιάγχνε χι φι φάος δα U (β group). B reads as U, but βάργονλος and δάος.
53
ὀλίγους δὲ καὶ τῶν ἐμοὶ δοθέντων ἄκουσον· ἐρομένου γάρ μου εἰ φαλακρός ἐστιν Ἀλέξανδρος, καὶ κατασημηναμένου περιέργως καὶ προφανῶς ὑπογράφεται χρησμὸς νυκτερήσιος, Σαβαρδαλαχου μαλαχααττηαλος ἦν.Σαβαρδαλαχου μαλαχααττηαλος ἦν Text Γ: σαμαρδάχον μαλα ἄττης ἀλλοήν U, σαβαρδάχον μάλα ἄττης ἄλλο ἦν B.
53
Καὶ πάλιν ἐμοῦ ἐρομένου ἐν δύο βιβλίοις διαφόροις τὴν αὐτὴν ἐρώτησιν, πόθεν ἦν Ὅμηρος ὁ ποιητής, ἐπʼ ἄλλου καὶ ἄλλου ὀνόματος, τῷ ἑτέρῳ μὲν ὑπέγραψεν ἐξαπατηθεὶς ὑπὸ τοῦ ἐμοῦ νεανίσκου — ἐρωτηθεὶς γὰρ ἐφʼ ὅ τι ἧκεν, θεραπείας, ἔφη, αἰτήσων πρὸς ὀδύνην πλευροῦ — Κυτμίδα χρίεσθαι κέλομαι δροσίην τε κέλητοςκέλητος Seidler: κελητοῦε γ, καὶ λητοῦς β.· τῷ δὲ ἑτέρῳ, ἐπειδὴ καὶ τοῦτο ἠκηκόει ὡς ἐρομένου τοῦ πέμψαντος, εἴτε οἱεἴτε οἱ Seager: εἰ δέοι β, εἴτε μοι γ πλεῦσαι ἐπʼ Ἰταλίαν εἴτε πεζοπορῆσαι λῷον, ἀπεκρίνατο οὐδὲν πρὸς τὸν Ὅμηρον· μὴ σύ γε πλωέμεναι, πεζὴν δὲ κατʼ οἶμονκατ' οἶμον vulg.: καθ' οἷμον βγ. ὅδευε.
54
πολλὰ γὰρ τοιαῦτα καὶ αὐτὸς ἐπεμηχανησάμην αὐτῷ, οἷον καὶ ἐκεῖνο· μίαν ἐρώτησιν ἐρωτήσας ἐπέγραψα τῷ βιβλίῳ κατὰ τὸ ἔθος· τοῦ δεῖνος χρησμοὶ ὀκτώ, ψευσάμενός τι ὄνομα, καὶ τὰς ὀκτὼ δραχμὰς καὶ τὸ γιγνόμενον ἔτι πρὸς ταύταις πέμψας· ὁ δὲ πιστεύσας τῇ ἀποπομπῇ τοῦ μισθοῦ καὶ τῇ ἐπιγραφῇ τοῦ βιβλίου, πρὸς μίαν ἐρώτησιν — ἦν δὲ αὕτη· πότε ἁλώσεται μαγγανεύων Ἀλέξανδρος; — ὀκτώ μοι χρησμοὺς ἔπεμψεν, οὔτε γῆς φασιν οὔτε οὐρανοῦ ἁπτομένους, ἀνοήτους δὲ καὶ δυσνοήτους ἅπαντας.