11
προεισπέμπεται δὲ ὁ Ἀλέξανδρος, κομῶν ἤδη καὶ πλοκάμους καθειμένος καὶ μεσόλευκον χιτῶνα πορφυροῦν ἐνδεδυκὼς καὶ ἱμάτιον ὑπὲρ αὐτοῦ λευκὸν ἀναβεβλημένος, ἅρπην ἔχων κατὰ τὸν Περσέα, ἀφʼ οὗ ἑαυτὸν ἐγενεαλόγει μητρόθεν· καὶ οἱ ὄλεθροι ἐκεῖνοι Παφλαγόνες, εἰδότες αὐτοῦ ἄμφω τοὺς γονέας ἀφανεῖς καὶ ταπεινούς, ἐπίστευον τῷ χρησμῷ λέγοντι Περσείδης γενεὴν Φοίβῳ φίλος οὗτος ὁρᾶται, δῖος Ἀλέξανδρος, Ποδαλειρίου αἷμα λελογχώς. οὕτως ἄρα ὁ Ποδαλείριος μάχλος καὶ γυναικομανὴς τὴν φύσιν, ὡς ἀπὸ Τρίκκης μέχρι Παφλαγονίας στύεσθαι ἐπὶ τὴν Ἀλεξάνδρου μητέρα.
11
εὕρητο δὲ χρησμὸς ἤδη, ὡς Σιβύλλης προμαντευσαμένης· Εὐξείνου Πόντοιο παρʼ ᾐόσιν ἄγχι Σινώπης ἔσται τις κατὰ Τύρσιν ὑπʼ Αὐσονίοισι προφήτης, ἐκ πρώτης δεικνὺς μονάδος τρισσῶν δεκάδων τε πένθʼ ἑτέρας μονάδας καὶ εἰκοσάδα τρισάριθμον, ἀνδρὸς ἀλεξητῆρος ὁμωνυμίην τετράκυκλον.
12
εἰσβαλὼν οὖν ὁ Ἀλέξανδρος μετὰ τοιαύτης τραγῳδίας διὰ πολλοῦ εἰς τὴν πατρίδα περίβλεπτός τε καὶ λαμπρὸς ἦν, μεμηνέναι προσποιούμενος ἐνίοτε καὶ ἀφροῦ ὑποπιμπλάμενος τὸ στόμα· ῥᾳδίως δὲ τοῦτο ὑπῆρχεν αὐτῷ, στρουθίου τῆς βαφικῆς βοτάνης τὴν ῥίζαν διαμασησαμένῳ· τοῖς δὲ θεῖόν τι καὶ φοβερὸν ἐδόκει καὶ ὁ ἀφρός. ἐπεποίητο δὲ αὐτοῖς πάλαι καὶ κατεσκεύαστο κεφαλὴ δράκοντος ὀθονίνη ἀνθρωπόμορφόν τι ἐπιφαίνουσα, κατάγραφος, πάνυ εἰκασμένη, ὑπὸ θριξὶν ἱππείαις ἀνοίγουσά τε καὶ αὖθις ἐπικλείουσα τὸ στόμα·, καὶ γλῶττα οἵα δράκοντος διττὴ μέλαινα προέκυπτεν, ὑπὸ τριχῶν καὶ αὐτὴ ἑλκομένη. καὶ ὁ Πελλαῖος δὲ δράκων προϋπῆρχεν καὶ οἴκοι ἐτρέφετο, κατὰ καιρὸν ἐπιφανησόμενος αὐτοῖς καὶ συντραγῳδήσων, μᾶλλον δὲ πρωταγωνιστὴς ἐσόμενος.