Thesauros Edebiyat satire Ὑπὲρ τῶν Εἰκόνων

Ὑπὲρ τῶν Εἰκόνων

Ὑπὲρ τῶν Εἰκόνων Lucian of Samosata
20 ὁ μὲν οὖν κόλαξ ἅτε τῆς χρείας ἕνεκα τῆς ἑαυτοῦ ἐπαινῶν, ἀληθείας δὲ ὀλίγην ποιούμενος τὴν πρόνοιαν, ἅπαντα ὑπερεπαινεῖν οἴεται δεῖν, ἐπιψευδόμενος καὶ προστιθεὶς παρʼ αὑτοῦ τὰ πλείω, ὡς μὴ ἂν ὀκνῆσαι καὶ τὸν Θερσίτην εὐμορφότερον ἀποφῆναι τοῦ Ἀχιλλέως καὶ τὸν Νέστορα φάναι τῶν ἐπὶ Ἴλιον στρατευσάντων τὸν νεώτατον εἶναι. διομόσαιτο δʼ ἂν καὶ τὸν Κροίσου υἱὸν ὀξυηκοώτερον εἶναι τοῦ Μελάμποδος καὶ τὸν Φινέα ὀξύτερον δεδορκέναι τοῦ Λυγκέως, ἤνπερ μόνον κερδᾶναί τι ἐλπίσῃ ἐπὶ τῷ ψεύσματι. ὁ δέ γε αὐτὸ τοῦτο ἐπαινῶν οὐχ ὅπως οὐδʼ ἂν ψεύσαιτό τι ἢ προσθείη τῶν μηδὲ ὅλως προσόντων, τὰ δʼ ὑπάρχοντα αὐτῷ φύσει ἀγαθά, κἂν μὴ πάνυ μεγάλα ᾖ, παραλαβὼν ἐπηύξησε καὶ μείζω ἀπέφηνε· καὶ τολμήσειεν ἂν εἰπεῖν, ἵππον ἐπαινέσαι θέλων, φύσει κοῦφον ὧν ἴσμεν ζῴων καὶ δρομικόν, ὅτι Ἄκρον ἐπʼ ἀνθερίκων καρπὸν θέεν οὐδὲ κατέκλα. καὶ πάλιν οὐκ ἂν ὀκνήσειεν φάναι ἀελλοπόδων δρόμον ἵππων. καὶ ἢν οἰκίαν ἐπαινῇ καλὴν καὶ ἄριστα κατεσκευασμένην, εἴποι ἄν Ζηνός που τοιήδε γʼ Ὀλυμπίου ἔνδοθεν αὐλή. ὁ δὲ κόλαξ τοῦτο τὸ ἔπος κἂν περὶ τῆς συβώτου καλύβης εἴποι, εἰ μόνον τι παρὰ τοῦ συβώτου λαβεῖν ἐλπίσειεν· ὅπου Κύναιθος ὁ Δημητρίου τοῦ Πολιορκητοῦ κόλαξ ἁπάντων αὐτῷ τῶν πρὸς τὴν κολακείαν καταναλωμένων ἐπῄνει ὑπὸ βηχὸς ἐνοχλούμενον τὸν Δημήτριον, ὅτι ἐμμελῶς ἐχρέμπτετο.
21 οὐ μόνον δὲ τοῦτο ἑκατέρου αὐτῶν γνώρισμά ἐστιν, τὸ τοὺς μὲν κόλακας οὐκ ὀκνεῖν καὶ ψεύδεσθαι τοῦ χαρίσασθαι ἕνεκα τοῖς ἐπαινουμένοις, ἐξαίρειν δὲ τοὺς ἐπαινοῦντας τὰ ὑπάρχοντα πειρᾶσθαι· ἀλλὰ κἀκείνῳ οὐ μικρῷ διαλλάττουσιν, ὅτι οἱ μὲν κόλακες, ἐφʼ ὅσον οἷόν τε αὐτοῖς, χρῶνται ταῖς ὑπερβολαῖς, οἱ ἐπαινοῦντες δὲ καὶ ἐν αὐταῖς ταύταις σωφρονοῦσιν καὶ ἐντὸς τῶν ὅρων μένουσιν.
21 ταῦτά σοι ἀπὸ πολλῶν ὀλίγα κολακείας καὶ ἐπαίνου ἀληθοῦς δείγματα, ὡς μὴ πάντας ὑποπτεύσῃς τοὺς ἐπαινοῦντας, ἀλλὰ διακρίνῃς καὶ παραμετρῇς τῷ οἰκείῳ μέτρῳ ἑκάτερον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi