Thesauros Edebiyat satire Ὑπὲρ τῶν Εἰκόνων

Ὑπὲρ τῶν Εἰκόνων

Ὑπὲρ τῶν Εἰκόνων Lucian of Samosata
24 ὁπόταν οὖν τὰ τοιαῦτα λέγῃ, μισεῖς κἀκεῖνον καὶ ἀπορρίπτεις τὸ βιβλίον, ἢ δίδως αὐτῷ ἐλευθεριάζειν ἐν τῷ ἐπαίνῳ; ἀλλὰ κἂν σὺ μὴ δῷς, ὅ γε τοσοῦτος αἰὼν δέδωκεν, οὐδʼ ἔστιν ὅστις αὐτὸν ἐπὶ τούτῳ ᾐτιάσατο, οὐδὲ ὁ μαστίξαι τολμήσας αὐτοῦ τὴν εἰκόνα οὐδʼ ὁ τὰ νόθα ἐπισημηνάμενος τῶν ἐπῶν ἐν τῇ παραγραφῇ τῶν ὀβελῶν.
24 εἶτα ἐκείνῳ μὲν ἐφεθήσεται βάρβαρον γυναῖκα, καὶ ταῦτα κλαίουσαν, τῇ χρυσῇ Ἀφροδίτῃ εἰκάσαι, ἐγὼ δʼ, ἵνα μὴ τὸ κάλλος εἴπω, διότι μὴ ἀνέχῃ ἀκούουσα, οὐκ ἂν παραβάλλοιμι θεῶν εἰκόσι γυναῖκα φαιδρὰν καὶ μειδιῶσαν τὰ πολλά, ὅπερ θεοῖς ὅμοιον ἄνθρωποι ἔχουσιν;
25 ἐπὶ μέν γε τοῦ Ἀγαμέμνονος ὅρα ὅσην αὐτὸς φειδὼ ἐποιήσατο τῶν θεῶν καὶ ὡς ἐταμιεύσατο τὰς εἰκόνας εἰς τὸ σύμμετρον· ὡς ὄμματα μέν φησιν καὶ κεφαλὴν ἴκελον αὐτὸν εἶναι τῷ Διί, τῷ Ἄρεϊ δὲ τὴν ζώνην, στέρνον δὲ τῷ Ποσειδῶνι, διαιρῶν τὸν ἄνθρωπον κατὰ μέλη πρὸς τοσούτων θεῶν εἰκόνας· καὶ αὖ πάλιν βροτολοιγῷ Ἄρεΐ φησίν τινʼτινʼ inserted by Harmon, following du Soul's hint that the name Hector had fallen out. ὅμοιον εἶναι καὶ ἄλλον ἄλλῳ, θεοειδῆ τὸν Φρύγα τὸν τοῦ Πριάμου, καὶ θεοείκελον πολλάκις τὸν Πηλέως.
25 ἀλλὰ ἐπάνειμι αὖθις ἐπὶ τὰ γυναικεῖα τῶν παραδειγμάτων· ἀκούεις γὰρ δή που αὐτοῦ λέγοντος Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ. καὶ οἵη δʼ Ἄρτεμις εἶσι κατʼ οὔρεος.
26 οὐ μόνον δὲ τοὺς ἀνθρώπους αὐτοὺς θεοῖς ἀπεικάζει, ἀλλὰ καὶ τὴνθεοῖς—τὴν N: not in ΕΓΩ. Probably a conjecture; ἀπεικάζει is certainly false (Mras). Εὐφόρβου κόμην ταῖς Χάρισιν ἀπείκασε, καὶ ταῦτα αἵματι δεδευμένην. καὶ ὅλως τοσαῦτά ἐστιν τὰ τοιαῦτα ὡς μηδὲν εἶναι μέρος τῆς ποιήσεως ὃ μὴ ταῖς θείαις εἰκόσιν διακεκόσμηται. ὥστε ἢ κἀκεῖνα ἐξαληλίφθω, ἢ καὶ ἡμῖν τὰ ὅμοια τολμᾶν ἐφείσθω. οὕτω δὲ τὸ κατὰ τὰς εἰκόνας καὶ τὰς ὁμοιώσεις ἀνεύθυνόν ἐστιν ὥστε Ὅμηρος καὶ τὰς θεὰς αὐτὰς οὐκ ὤκνησεν ἀπὸ τῶν ἐλαττόνων ἐπαινέσαι· τοὺς γοῦν τῆς Ἥρας ὀφθαλμοὺς τοῖς τῶν βοῶν εἴκασεν· ἕτερος δέ τις ἰοβλέφαρον τὴν Ἀφροδίτην ἔφη. τὴν μὲν γὰρ ῥοδοδάκτυλον τίς ἀγνοεῖ τῶν κἂν ἐπʼ ἐλάχιστον τῇ Ὁμήρου ποιήσει ὡμιληκότων;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi