Thesauros Edebiyat satire Ὑπὲρ τῶν Εἰκόνων

Ὑπὲρ τῶν Εἰκόνων

Ὑπὲρ τῶν Εἰκόνων Lucian of Samosata
27 Καίτοι τὰ μὲν τῆς μορφῆς ἔτι μετριώτερα, εἰ τις θεῷ ἐοικέναι λέγεται· ἀλλὰ τὰς προσηγορίας αὐτὰς πόσοι ἐμιμήσαντο τὰς τῶν θεῶν, Διονύσιοι καὶ Ἡφαιστίωνες καὶ Ζήνωνες καὶ Ποσειδώνιοι καὶ Ἑρμαῖ προσαγορευόμενοι; Λητὼ δὲ γυνή τις ἐγένετο Εὐαγόρου τοῦ Κυπρίων βασιλέως, καὶ ὅμως οὐκ ἠγανάκτησεν ἡ θεὸς δυναμένη λίθον αὐτὴν ὥσπερ τὴν Νιόβην ἀπεργάσασθαι. ἐῶ γὰρ τοὺς Αἰγυπτίους, οἵπερ καὶ δεισιδαιμονέστατοί εἰσιν πάντων, ὅμως τοῖς θείοις ὀνόμασιν εἰς κόρον ἐπιχρωμένους· σχεδὸν γοῦν τὰ πλεῖστα αὐτοῖς ἐξ οὐρανοῦ ἐστιν.
28 ὥστε οὐ πρός γε σοῦ τὸ τοιοῦτον, ψοφοδεῶς διακεῖσθαι πρὸς τὸν ἔπαινον· εἰ γάρ τι ἐν τῷ συγγράμματι πεπλημμέληται εἰς τὸ θεῖον, σὺ μὲν ἀνεύθυνος αὐτοῦ, ἐκτὸς εἰ μή τινα νομίζεις ἀκροάσεως εὔθυναν εἶναι, ἐμὲ δὲ ἀμυνοῦνται οἱ θεοί, ἐπειδὰν πρὸ ἐμοῦ τὸν Ὅμηρον καὶ τοὺς ἄλλους ποιητὰς ἀμύνωνται. ἀλλʼ οὐδέπω οὐδὲ τὸν ἄριστον τῶν φιλοσόφων ἠμύναντο εἰκόνα θεοῦ τὸν ἄνθρωπον εἰπόντα εἶναι.
28 πολλὰ ἔτι ἔχων πρὸς σὲ εἰπεῖν Πολυστράτου ἕνεκα τούτου παύσομαι, ἵνα καὶ ἀπομνημονεῦσαι δυνηθῇ τὰ εἰρημένα.
29 οὐκ οἶδα εἴ μοι τοῦτο δυνατὸν ἔτι, ὦ Λυκῖνε· μακρὰ γὰρ εἴρηταί σοι καὶ ταῦτα, καὶ ὑπὲρ τὸ ὕδωρ τὸ ἐκκεχυμένον. πειράσομαι δʼ ὅμως ἐπιμνησθῆναι αὐτῶν. καὶ ὡς ὁρᾷς, ἤδη ἀποσοβῶ παρʼ αὐτὴν ἐπιβυσάμενος τὰ ὦτα, ὡς μή τι παρεμπεσὸν ἄλλο συγχέῃ τὴν τάξιν αὐτῶν, εἶτά μοι συρίττεσθαι συμβῇ πρὸς τῶν θεατῶν.
29 αὐτῷ σοι μελήσει, ὦ Πολύστρατε, ὅπως ἄριστα ὑποκρίνῃ. ἐγὼ δὲ ἐπείπερ ἅπαξ σοι τὸ δρᾶμα παραδέδωκα, νῦν μὲν ἐκποδὼν ἀποστήσομαι· ὁπόταν δὲ τὰς ψήφους ἀνακηρύττωσι τῶν κριτῶν, τότε ἤδη καὶ αὐτὸς παρέσομαι ὀψόμενος ὁποῖόν τι τὸ τέλος τοῦ ἀγῶνος ἔσται.
← Önceki 14 / 14

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi