Thesauros Edebiyat satire Ὑπὲρ τῶν Εἰκόνων

Ὑπὲρ τῶν Εἰκόνων

Ὑπὲρ τῶν Εἰκόνων Lucian of Samosata
4 ἐμέμνητο γὰρ καὶ τοιούτου τινός. ἔφη γυναῖκά τινα τῶν ἐπιφανῶν τὰ μὲν ἄλλα καλὴν καὶ κόσμιον, μικρὰν δὲ καὶ πολὺ τοῦ συμμέτρου ἀποδέουσαν, ἐπαινεῖσθαι πρός τινος ποιητοῦ ἐν ᾄσματι τά τε ἄλλα καὶ ὅτι καλή τε καὶ μεγάλη ἦν· αἰγείρῳ δʼ αὐτῆς εἴκαζεν ἐκεῖνος τὸ εὔμηκές τε καὶ ὄρθιον. τὴν μὲν δὴ γάνυσθαι τῷ ἐπαίνῳ καθάπερ αὐξανομένην πρὸς τὸ μέλος καὶ τὴν χεῖρα ἐπισείειν, τὸν ποιητὴν δὲ πολλάκις τὸ αὐτὸ ᾄδειν ὁρῶντα ὡς ἥδοιτο ἐπαινουμένη, ἄχρι δὴ τῶν παρόντων τινὰ προσκύψαντα πρὸς τὸ οὖς εἰπεῖν αὐτῷ, πέπαυσο, ὦ οὗτος, μὴ καὶ ἀναστῆναι ποιήσῃς τὴν γυναῖκα.
5 παραπλήσιον δὲ καὶ μακρῷ τούτου γελοιότερον Στρατονίκην ποιῆσαι τὴν Σελεύκου γυναῖκα. τοῖς γὰρ ποιηταῖς ἀγῶνα προθεῖναι αὐτὴν περὶ ταλάντου, ὅστις ἂν ἄμεινον ἐπαινέσαι αὐτῆς τὴν κόμην, καίτοι φαλακρὰ ἐτύγχανεν οὖσα καὶ οὐδὲ ὅσας ὀλίγας τὰς ἑαυτῆς τρίχας ἔχουσα. καὶ ὅμως οὕτω διακειμένη τὴν κεφαλήν, ἁπάντων εἰδότων ὅτι ἐκ νόσου μακρᾶς τὸ τοιοῦτον ἐπεπόνθει, ἤκουε τῶν καταράτων ποιητῶν ὑακινθίνας τὰς τρίχας αὐτῆς λεγόντων καὶ οὔλους τινὰς πλοκάμους ἀναπλεκόντων καὶ σελίνοις τοὺς μηδὲ ὅλως ὄντας εἰκαζόντων.
6 ἁπάντων οὖν τῶν τοιούτων κατεγέλα τῶν παρεχόντων αὑτοὺς τοῖς κόλαξιν, καὶ προσετίθει δὲ ὅτι μὴ ἐν ἐπαίνοις μόνον, ἀλλὰ καὶ ἐν γραφαῖς τὰ ὅμοια πολλοὶ κολακεύεσθαί τε καὶ ἐξαπατᾶσθαι θέλουσι. χαίρουσι γοῦν, ἔφη, τῶν γραφέων ἐκείνοις μάλιστα, οἳ ἂν πρὸς τὸ εὐμορφότερον αὐτοὺς εἰκάσωσιν. εἶναι δέ τινας, οἳ καὶ προστάττουσιν τοῖς τεχνίταις ἢ ἀφελεῖν τι τῆς ῥινὸς ἢ μελάντερα γράψασθαι τὰ ὄμματα ἢ ὅ τι ἂν ἄλλο ἐπιθυμήσωσιν αὑτοῖς προσεῖναι, εἶτα λανθάνειν αὑτοὺς ἀλλοτρίας εἰκόνας στεφανοῦντας καὶ οὐδὲν αὐτοῖς ἐοικυίας.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi