Thesauros Edebiyat satire Περὶ τῆς Συρίης Θεοῦ

Περὶ τῆς Συρίης Θεοῦ

Περὶ τῆς Συρίης Θεοῦ Lucian of Samosata
44 θυσίη δὲ δὶς ἑκάστης ἡμέρης ἐπιτελέεται, ἐς τὴν πάντες ἀπικνέονται. Διὶ μὲν ὦν κατʼ ἡσυχίην θύουσιν οὔτε ἀείδοντες οὔτε αὐλέοντες· εὖτʼ ἂν δὲ τῇ Ἥρῃ κατάρχωνται, ἀείδουσίν τε καὶ αὐλέουσιν καὶ κρόταλα ἐπικροτέουσιν. καί μοι τούτου πέρι σαφὲς οὐδὲν εἰπεῖν ἐδύναντο.
45 ἔστι δὲ καὶ λίμνη αὐτόθι, οὐ πολλὸν ἑκὰς τοῦ ἱροῦ, ἐν τῇ ἰχθύες ἱροὶ τρέφονται πολλοὶ καὶ πολυειδέες. γίγνονται δὲ αὐτῶν ἔνιοι κάρτα μεγάλοι· οὗτοι δὲ καὶ οὐνόματα ἔχουσιν καὶ ἔρχονται καλεόμενοι· ἐπʼ ἐμέο δέ τις ἦν ἐν αὐτοῖσι χρυσοφορέων. ἐν τῇ πτέρυγι ποίημα χρύσεον αὐτέῳ ἀνακέατο, καί μιν ἐγὼ πολλάκις ἐθεησάμην, καὶ εἶχεν τὸ ποίημα.
46 βάθος δὲ τῆς λίμνης πολλόν. ἐγὼ μὲν οὐκ ἐπειρήθην, λέγουσι δʼ ὦν καὶ διηκοσίων ὀργυιέων πλέον ἔμμεναι. κατὰ μέσον δὲ αὐτῆς βωμὸς λίθου ἀνέστηκεν. δοκέοις ἂν ἄφνω ἰδὼν πλώειν τέ μιν καὶ τῷ ὕδατι ἐποχέεσθαι, καὶ πολλοὶ ὧδε νομίζουσιν· ἐμοὶ δὲ δοκέει στῦλοςὑφεστεὼς Gesner: ἐφεστεὼς MSS. ὑφεστεὼς μέγας ἀνέχειν τὸν βωμόν. ἔστεπται δὲ ἀεὶ καὶ θυώματα ἔχει, πολλοὶ δὲ καὶ ἑκάστης ἡμέρης κατʼ εὐχὴν ἐς αὐτὸν νηχόμενοι στεφανηφορέουσιν.
47 γίγνονται δὲ αὐτόθι καὶ πανηγύριές τε μέγισται, καλέονται δὲ ἐς τὴν λίμνην καταβάσιες, ὅτι ἐν αὐτῇσι ἐς τὴν λίμνην τὰ ἱρὰ πάντα κατέρχεται. ἐν τοῖσιν ἡ Ἥρη πρώτη ἀπικνέεται, τῶν ἰχθύων εἵνεκα, μὴ σφέας ὁ Ζεὺς πρῶτος ἴδηται· ἢν γὰρ τόδε γένηται, λέγουσιν ὅτι πάντες ἀπόλλυνται. καὶ δῆτα ὁ μὲν ἔρχεται ὀψόμενος, ἡ δὲ πρόσω ἱσταμένη ἀπείργει τέ μιν καὶ πολλὰ λιπαρέουσα ἀποπέμπει.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi