Thesauros Edebiyat satire Περὶ τῆς Συρίης Θεοῦ

Περὶ τῆς Συρίης Θεοῦ

Περὶ τῆς Συρίης Θεοῦ Lucian of Samosata
17 τοσάδε μὲνμὲν Fritzsche: μιν MSS. ἀμφὶ τῶν οἰκιστέων τοῦ ἱροῦ μυθολογέουσιν. ἤδη δὲ ἐρέω καὶ τοῦ νηοῦ πέρι θέσιός τε ὅκως ἐγένετο καὶ ὅστις μιν ἐποιήσατο. λέγουσι τὸν νηὸν τὸν νῦν ἐόντα μὴ ἔμμεναι τὸν τὴν ἀρχὴν γεγενημένον,μὴ—γεγενημένον: first Aldine;; not in MSS. ΓΕ show lacunae; the space in Γ is about 31 letters. ἀλλʼ ἐκεῖνον μὲν κατενεχθῆναι χρόνῳ ὕστερον, τὸν δὲ νῦν ἐόντα Στρατονίκης ἔμμεναι ποίημα, γυναικὸς τοῦ Ἀσσυρίων βασιλέως.
17 δοκέει δέ μοι ἡ Στρατονίκη ἐκείνη ἔμμεναι, τῆς ὁ πρόγονος ἠρήσατο, τὸν ἤλεγξεν τοῦ ἰητροῦ ἐπινοίη· ὡς γάρ μιν ἡ συμφορὴ κατέλαβεν, ἀμηχανέων τῷ κακῷ αἰσχρῷ δοκέοντι κατʼ ἡσυχίην ἐνόσεεν, ἔκειτο δὲ ἀλγέων οὐδέν, καί οἱ ἥ τε χροιὴ πάμπαν ἐτρέπετο καὶ τὸ σῶμα διʼ ἡμέρης ἐμαραίνετο. ὁ δὲ ἰητρὸς ὡς εἶδέ μιν ἐς οὐδὲν ἐμφανὲς ἀρρωστέοντα, ἔγνω τὴν νοῦσον ἔρωτα ἔμμεναι. ἔρωτος δὲ ἀφανέος πολλὰ σημήια, ὀφθαλμοί τε ἀσθενέες καὶ φωνὴ καὶ χροιὴ καὶ δάκρυα. μαθὼν δὲ ταῦτα ἐποίεε· χειρὶ μὲν τῇ δεξιῇ εἶχε τοῦ νεηνίσκου τὴν καρδίην, ἐκάλεε δὲ τοὺς ἀνὰ τὴν οἰκίην πάντας· ὁ δὲ τῶν μὲν ἄλλων ἐσιόντων πάντων ἐν ἠρεμίῃ μεγάλῃ ἦν, ὡς δὲ ἡ μητρυιὴ ἀπίκετο, τήν τε χροιὴν ἠλλάξατο καὶ ἱδρώειν ἄρξατο καὶ τρόμῳ εἴχετο καὶ ἡ καρδίη ἀνεπάλλετο. τὰ δὲ γιγνόμενα ἐμφανέα τῷ ἰητρῷ τὸν ἔρωτα ἐποίεεν, καί μιν ὧδε ἰήσατο.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi