Thesauros Edebiyat satire Περὶ τῆς Περεγρίνου Τελευτῆς

Περὶ τῆς Περεγρίνου Τελευτῆς

Περὶ τῆς Περεγρίνου Τελευτῆς Lucian of Samosata
33 πλὴν τό γετό γε Gronovius: τότε MSS. τοσοῦτον ἐπήκουσα· ἔφη γὰρ βούλεσθαι χρυσῷ βίῳ χρυσῆν κορώνην ἐπιθεῖναι· χρῆναι γὰρ τὸν Ἡρακλείως βεβιωκότα Ἡρακλείως ἀποθανεῖν καὶ ἀναμιχθῆναι τῷ αἰθέρι. καὶ ὠφελῆσαι, ἔφη, βούλομαι τοὺς ἀνθρώπους δείξας αὐτοῖς ὃν χρὴ τρόπον θανάτου καταφρονεῖν· πάντας οὖν δεῖ μοι τοὺς ἀνθρώπους Φιλοκτήτας γενέσθαι. οἱ μὲν οὖν ἀνοητότεροι τῶν ἀνθρώπων ἐδάκρυον καὶ ἐβόων σώζου τοῖς Ἕλλησιν, οἱ δὲ ἀνδρωδέστεροι ἐκεκράγεσαν τέλει τὰ δεδογμένα, ὑφʼ ὧν ὁ πρεσβύτης οὐ μετρίως ἐθορυβήθη ἐλπίζων πάντας ἕξεσθαι αὐτοῦ καὶ μὴ προήσεσθαι τῷ πυρί, ἀλλὰ ἄκοντα δὴ καθέξειν ἐν τῷ βίῳ. τὸ δὲ τέλειτὸ δὲ τέλει Fritzsche: τὸ δὴ τελεῖν MSS.(δὲ Χ2). τὰ δεδογμένα πάνυ ἀδόκητον αὐτῷ προσπεσὸν ὠχριᾶν ἔτι μᾶλλον ἐποίησεν, καίτοι ἤδη νεκρικῶς τὴν χροιὰν ἔχοντι, καὶ νὴ Δία καὶ ὑποτρέμειν, ὥστε κατέπαυσε τὸν λόγον.
34 ἐγὼ δέ, εἰκάζεις, οἶμαι, πῶς ἐγέλων· οὐδὲ γὰρ ἐλεεῖν ἄξιον ἦν οὕτω δυσέρωτα τῆς δόξης ἄνθρωπον ὑπὲρ ἅπαντας ὅσοι τῇ αὐτῇ Ποινῇ ἐλαύνονται. παρεπέμπετο δὲ ὅμως ὑπὸ πολλῶν καὶ ἐνεφορεῖτο τῆς δόξης ἀποβλέπων ἐς τὸ πλῆθος τῶν θαυμαζόντων, οὐκ εἰδὼς ὁ ἄθλιος ὅτι καὶ τοῖς ἐπὶ τὸν σταυρὸν ἀπαγομένοις ἢ ὑπὸ τοῦ δημίου ἐχομένοις πολλῷ πλείους ἕπονται.
35 καὶ δὴ τὰ μὲν Ὀλύμπια τέλος εἶχεν, κάλλιστα Ὀλυμπίων γενόμενα ὧν ἐγὼ εἶδον, τετράκις ἤδη ὁρῶν. ἐγὼ δέ — οὐ γὰρ ἦν εὐπορῆσαι ὀχήματος ἅμαἅμα ΜF: ἀλλὰ ΓΧ. πολλῶν ἐξιόντων — ἄκων ὑπελειπόμην. ὁ δὲ ἀεὶ ἀναβαλλόμενος νύκτα τὸ τελευταῖον προειρήκει ἐπιδείξασθαι τὴν καῦσιν· καί με τῶν ἑταίρων τινὸς παραλαβόντος περὶ μέσας νύκτας ἐξαναστὰς ἀπῄειν εὐθὺ τῆς Ἁρπίνης, ἔνθα ἦν ἡ πυρά. στάδιοι πάντες οὗτοι εἴκοσιν ἀπὸ τῆς Ὀλυμπίας κατὰ τὸν ἱππόδρομον ἀπιόντων πρὸς ἕω. καὶ ἐπεὶ τάχιστα ἀφικόμεθα, καταλαμβάνομεν πυρὰν νενησμένην ἐν βόθρῳβόθρῳ Fritzsche: βάθει MSS. ὅσον ἐς ὀργυιὰν τὸ βάθος. δᾷδες ἦσαν τὰ πολλὰ καὶ παρεβέβυστο τῶν φρυγάνων, ὡς ἀναφθείη τάχιστα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi