36
καὶ ἐπειδὴ ἡ σελήνη ἀνέτελλεν — ἔδει γὰρ κἀκείνην θεάσασθαι τὸ κάλλιστον τοῦτο ἔργον — πρόεισιν ἐκεῖνος ἐσκευασμένος ἐς τὸν ἀεὶ τρόπον καὶ ξὺν αὐτῷ τὰ τέλη τῶν κυνῶν, καὶ μάλιστα ὁ γεννάδας ὁ ἐκ Πατρῶν, δᾷδα ἔχων, οὐ φαῦλος δευτεραγωνιστής· ἐδᾳδοφόρει δὲ καὶ ὁ Πρωτεύς. καὶ προσελθόντες ἄλλος ἀλλαχόθεν ἀνῆψαν τὸ πῦρ μέγιστον ἅτε ἀπὸ δᾴδων καὶ φρυγάνων. ὁ δέ — καί μοι πάνυ ἤδη πρόσεχε τὸν νοῦν — ἀποθέμενος τὴν πήραν καὶ τὸ τριβώνιον καὶ τὸ Ἡράκλειον ἐκεῖνο ῥόπαλον, ἔστη ἐν ὀθόνῃ ῥυπώσῃ ἀκριβῶς. εἶτα ᾔτει λιβανωτόν, ὡς ἐπιβάλοι ἐπὶ τὸ πῦρ, καὶ ἀναδόντος τινὸς ἐπέβαλέν τε καὶ εἶπεν ἐς τὴν μεσημβρίαν ἀποβλέπων — καὶ γὰρ καὶ τοῦτʼ αὐτὸτοῦτʼ αὐτὸ Harmon τοῦτο τὸ ΓΧ1ΜF: τοῦτο τῶν X2 (Fritzsche). Cf. below, c. 39. πρὸς τὴν τραγῳδίαν ἦν, ἡ μεσημβρία — δαίμονες μητρῷοι καὶ πατρῷοι, δέξασθέ με εὐμενεῖς. ταῦτα εἰπὼν ἐπήδησεν ἐς τὸ πῦρ, οὐ μὴν ἑωρᾶτό γε, ἀλλὰ περιεσχέθη ὑπὸ τῆς φλογὸς πολλῆς ἠρμένης.
37
αὖθις ὁρῶ γελῶντά σε, ὦ καλὲ Κρόνιε, τὴν καταστροφὴν τοῦ δράματος. ἐγὼ δὲ τοὺς μητρῴους μὲν δαίμονας ἐπιβοώμενον μὰ τὸν Δίʼ οὐ σφόδρα ᾐτιώμην· ὅτε δὲ καὶ τοὺς πατρῴους ἐπεκαλέσατο, ἀναμνησθεὶς τῶν περὶ τοῦ φόνου εἰρημένων οὐδὲ κατέχειν ἠδυνάμην τὸν γέλωτα. οἱ Κυνικοὶ δὲ περιστάντες τὴν πυρὰν οὐκ ἐδάκρυον μέν, σιωπῇ δὲ ἐνεδείκνυντο λύπην τινὰ εἰς τὸ πῦρ ὁρῶντες, ἄχρι δὴ ἀποπνιγεὶς ἐπʼ αὐτοῖς, ἀπίωμεν, φημί, ὦ μάταιοι· οὐ γὰρ ἡδὺ τὸ θέαμα ὠπτημένον γέροντα ὁρᾶν κνίσης ἀναπιμπλαμένους πονηρᾶς. ἢ περιμένετε ἔστʼ ἂν γραφεύς τις ἐπελθὼν ἀπεικάσῃ ὑμᾶς οἵους τοὺς ἐν τῷ δεσμωτηρίῳ ἑταίρους τῷ Σωκράτει παραγράφουσιν; ἐκεῖνοι μὲν οὖν ἠγανάκτουν καὶ ἐλοιδοροῦντό μοι, ἔνιοι δὲ καὶ ἐπὶ τὰς βακτηρίας ᾖξαν. εἶτα, ἐπειδὴ ἠπείλησα ξυναρπάσας τινὰς ἐμβαλεῖν εἰς τὸ πῦρ, ὡς ἂν ἕποιντο τῷ διδασκάλῳ, ἐπαύσαντο καὶ εἰρήνην ἦγον.