Thesauros Edebiyat satire Δραπέται

Δραπέται

Δραπέται Lucian of Samosata
25 Ἕβρος μὲν οὗτος, ἡ δὲ πόλις ἔργον Φιλίππου ἐκείνου. καὶ ἡμεῖς ἤδη πρόσγειοι καὶ ὑπονέφελοι·ὑπονέφελοι edd.: ἐπινέφελοι MSS. ὥστε ἐπιβαίνωμεν ἀγαθῇ τύχῃ.
26 οὕτω γινέσθω. τί δʼ οὖν χρὴ ποιεῖν, ἢ πῶςἢ πῶς Bekker: ὅπως MSS. τὰ θηρία ἐξιχνευτέον;
26 τοῦτο μὲν σὸν ἤδη ἔργον, ὦ Ἑρμῆ· κῆρυξ γὰρ εἶ, ὥστε οὐκ ἂν φθάνοις κηρύττων.
26 οὐδὲν τοῦτο χαλεπόν, ἀλλὰ τά γε ὀνόματα οὐκ ἐπίσταμαι αὐτῶν. σὺ οὖν, Φιλοσοφία, λέγε οὕστινας ὀνομαστέον, καὶ τὰ σημεῖα προσέτι.
26 οὐδὲ αὐτὴ μὲν οἶδα τὸ σαφὲς οἵτινες ὀνομάζονται διὰ τὸ μὴ ξυγγεγενῆσθαί ποτε αὐτοῖς· ἀπὸ δʼ οὖν τῆς ἐπιθυμίας ἣν ἔχουσι περὶ τὰ κτήματα, οὐκ ἂν ἁμάρτοις προσκαλῶν Κτήσωνας ἢ Κτησίππους ἢ Κτησικλέας ἢ Εὐκτήμονας ἢ Πολυκτήτους.
27 εὖ λέγεις. ἀλλὰ τίνες οὗτοί εἰσιν ἢ τί περισκοποῦσιν καὶ αὐτοί; μᾶλλον δὲ καὶ προσίασιν καί τι καὶ ἐρέσθαι θέλουσιν.
27 ἆρʼ ἂν ἔχοιτε ἡμῖν, ὦ ἄνδρες, εἰπεῖν, ἢ σύ, ὦ βελτίστη, εἴ τινας τρεῖς γόητας ἅμα εἴδετε καί τινα γυναῖκα ἐν χρῷ κεκαρμένην εἰς τὸ Λακωνικόν, ἀρρενωπὴν καὶ κομιδῇ ἀνδρικήν;
27 παπαῖ, τὰ ἡμέτερα οὗτοι ζητοῦσιν.
27 πῶς τὰ ὑμέτερα; δραπέται γὰρ ἐκεῖνοι ἅπαντες. ἡμεῖς δὲ τὴν γυναῖκα μάλιστα μέτιμεν ἠνδραποδισμένην πρὸς αὐτῶν.
27 εἴσεσθε δὴδὴ Gesner: δὲ MSS. καθʼ ὅ τι καὶ ζητοῦμεν αὐτούς. τὸ νῦν δὲ ἅμα κηρύττωμεν.
27 εἴ τις εἶδενεἶδεν Fritzsche: not in MSS. ἀνδράποδον Παφλαγονικὸν τῶν ἀπὸ Σινώπης βαρβάρων, ὄνομα τοιοῦτον οἷον ἀπὸ κτημάτων, ὕπωχρον, ἐν χρῷ κουρίαν, ἐν γενείῳ βαθεῖ, πήραν ἐξημμένον καὶ τριβώνιον ἀμπεχόμενον, ὀργίλον, ἄμουσον, τραχύφωνον, λοίδορον, μηνύειν ἐπὶ ῥητῷ αὐτόν.
28 ἀνόμοιον, ὦαὐτὸν. || ἀνόμοιον, ὦ Harmon: αὐτονόμῳ. || νοῶ MSS. οὗτος, ὃ κηρύττεις· ὡς ἐκείνῳ γε ὄνομα ἦν παρʼ ἐμοὶ Κάνθαρος, καὶ ἐκόμα δὲ καὶ τὸ γένειον ἐτίλλετο καὶ τέχνην τὴν ἐμὴν ἠπίστατο· ἀπέκειρεν γὰρ ἐν τῷ γναφείῳ καθήμενος ὁπόσον περιττὸν τοῖς ἱματίοις τῶν κροκύδων ἐπανθεῖ.
28 ἐκεῖνος αὐτός ἐστιν, ὁ οἰκέτης ὁ σός, ἀλλὰ νῦν φιλοσόφῳ ἔοικεν ἀκριβῶς ἑαυτὸν ἐπιγνάψας.ἐπιγνάψας Γ2Χ2ΗΒΑ: ἐπιγράψας ΓΧ1Ν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi