6
ἀλλὰ καὶ ἐν τῷ περιβόλῳ τοῦ νεὼ τὰ αὐτὰ ὁπόσα ἡ στήλη δηλοῖ γραφαῖς ὑπὸ τῶν παλαιῶν εἰκασμένα δείκνυται, πλέων Ὀρέστης ἅμα τῷ φίλῳ, εἶτα ἐν τοῖς κρημνοῖς διαφθαρείσης αὐτῷαὐτῶν NB. τῆς νεὼς συνειλημμένος καὶ πρὸς τὴν θυσίαν παρεσκευασμένος, καὶ ἡ Ἰφιγένεια ἤδη κατάρχεται αὐτῶν. καταντικρὺ δὲ ἐπὶ τοῦ ἑτέρου τοίχου ἤδη ἐκδεδυκὼς τὰ δεσμὰ γέγραπται καὶ φονεύων τὸν Θόαντα καὶ πολλοὺς ἄλλους τῶν Σκυθῶν, καὶ τέλος ἀποπλέοντες, ἔχοντες τὴν Ἰφιγένειαν καὶ τὴν θεόν. οἱ Σκύθαι δὲ ἄλλως ἐπιλαμβάνονται τοῦ σκάφους ἤδη πλέοντος, ἐκκρεμαννύμενοι τῶν πηδαλίων καὶ ἐπαναβαίνειν πειρώμενοι· εἶτʼ οὐδὲν ἀνύσαντες οἱ μὲν αὐτῶν τραυματίαι, οἱ δὲ καὶ δέει τούτου, ἀπονήχονται πρὸς τὴν γῆν. ἔνθα δὴ καὶ μάλιστα ἴδοι τις ἂν ὁπόσην ὑπὲρ ἀλλήλων εὔνοιαν ἐπεδείκνυντο, ἐν τῇ πρὸς τοὺς Σκύθας συμπλοκῇ. πεποίηκεν γὰρ ὁ γραφεὺς ἑκάτερον ἀμελοῦντα μὲν τῶν καθʼ ἑαυτὸν πολεμίων, ἀμυνόμενον δὲ τοὺς ἐπιφερομένους θατέρῳ καὶ πρὸ ἐκείνου ἀπαντᾶν πειρώμενον τοῖς τοξεύμασιν καὶ παρʼ οὐδὲν τιθέμενον εἰ ἀποθανεῖται σώσας τὸν φίλον καὶ τὴν ἐπʼ ἐκεῖνον φερομένην πληγὴν προαρπάσας τῷ ἑαυτοῦ σώματι.