Thesauros Edebiyat satire Περὶ Ὀρχήσεως

Περὶ Ὀρχήσεως

Περὶ Ὀρχήσεως Lucian of Samosata
70 εἰ δʼ ἔστιν ἀληθῆ ἃ περὶ ψυχῆς ὁ Πλάτων λέγει, τὰ τρία μέρη αὐτῆς καλῶς ὁ ὀρχηστὴς δείκνυσιν, τὸ θυμικὸν ὅταν ὀργιζόμενον ἐπιδείκνυται, τὸ ἐπιθυμητικὸν ὅταν ἐρῶντας ὑποκρίνηται, τὸ λογιστικὸν ὅταν ἕκαστα τῶν παθῶν χαλιναγωγῇ· τοῦτο μέν γε ἐν ἅπαντι μέρει τῆς ὀρχήσεως καθάπερ ἡ ἁφὴ ἐν ταῖς αἰσθήσεσιν παρέσπαρται.κατέσπαρται A. κάλλους δὲ προνοῶν καὶ τῆς ἐν τοῖς ὀρχήμασιν εὐμορφίας, τί ἄλλο ἢ τὸ τοῦ Ἀριστοτέλους ἐπαληθεύει, τὸ κάλλος ἐπαινοῦντος καὶ μέρος τρίτον ἡγουμένου τἀγαθοῦ καὶ τοῦτο εἶναι; ἤκουσα δέ τινος καὶ περιττότερόν τι νεανιευομένου ὑπὲρ τῆς τῶν ὀρχηστικῶν προσωπείων σιωπῆς, ὅτι καὶ αὕτη Πυθαγορικόν τι δόγμα αἰνίττεται.
71 ἔτι δὲ τῶν ἄλλων ἐπιτηδευμάτων τῶν μὲν τὸ τερπνόν, τῶν δὲ τὸ χρήσιμον ὑπισχνουμένων, μόνη ὄρχησις ἄμφω ἔχει, καὶ πολύ γε τὸ χρήσιμον ὠφελιμώτερον ὅσῳ μετὰ τοῦ τερπνοῦ γίγνεται. πόσῳ γὰρ τοῦτο ὁρᾶν ἥδιον ἢ πυκτεύοντας νεανίσκους καὶ αἵματι ῥεομένους, καὶ παλαίοντας ἄλλους ἐν κόνει, οὓς ἡ ὄρχησις πολλάκις ἀσφαλέστερον ἅμα καὶ εὐμορφότερον καὶ τερπνότερον ἐπιδείκνυται. τὴν μὲν οὖν γε σύντονον κίνησιν τῆς ὀρχηστικῆς καὶ στροφὰς αὐτῆς καὶ περιαγωγὰς καὶ πηδήματα καὶ ὑπτιασμοὺς τοῖς μὲν ἄλλοις τερπνὰ εἶναι συμβέβηκεν ὁρῶσιν, τοῖς δὲ ἐνεργοῦσιν αὐτοῖς ὑγιεινότατα· γυμνασίων γὰρ τὸ κάλλιστόν τε ἅμα καὶ εὐρυθμότατον τοῦτο φαίην ἂν ἔγωγε εἶναι, μαλάττον μὲν τὸ σῶμα καὶ κάμπτον καὶ κουφίζον καὶ εὐχερὲς εἶναι πρὸς μεταβολὴν διδάσκον, ἰσχύν τε οὐ μικρὰν περιποιοῦν τοῖς σώμασιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi