Thesauros Edebiyat satire Περὶ Ὀρχήσεως

Περὶ Ὀρχήσεως

Περὶ Ὀρχήσεως Lucian of Samosata
5 ἔτι γὰρ τοῦτό μοι τὸ λοιπὸνμοι λοιπὸν C; but cf. Pseudol., 13 πάνυ γοῦν τοῦτ' ἐστὶ τὸ λοιπόν. ἦν, ἐν βαθεῖ τούτῳ τῷ πώγωνι καὶ πολιᾷ τῇ κόμῃ καθῆσθαι μέσον ἐν τοῖς γυναίοις καὶ τοῖς μεμηνόσιν ἐκείνοις θεαταῖς, κροτοῦντά τε προσέτι καὶ ἐπαίνους ἀπρεπεστάτους ἐπιβοῶντα ὀλέθρῳ τινὶ ἀνθρώπῳ ἐς οὐδὲν δέον κατακλωμένῳ.
5 συγγνωστά σου ταῦτα, ὦ Κράτων. εἰ δέ μοι πεισθείης ποτὲ καὶ ὅσον πείρας ἕνεκα παράσχοις σεαυτὸν ἀναπετάσας τοὺς ὀφθαλμούς, εὖ οἶδα ὡς οὐκ ἀνάσχοιο ἂν μὴ οὐχὶ πρὸ τῶν ἄλλων θέαν ἐν ἐπιτηδείῳ καταλαμβάνων ὅθεν καὶ ὄψει ἀκριβῶς καὶ ἀκούσῃ ἅπαντα.
5 μὴ ὥραςὥρας Γ: ὥραισιν cett. (but E by the second hand, in an erasure); ὥρασιν Jacobitz. The same variations occur elsewhere: Dial. Deor., 6, 5 ὥρας Γ; ὥραισιν cett.; Dial. Mer., 10, 3 ὥρας FZ, ὥραισιν PN. Cf. Menander, Peric., 131, and Phasma, 43 (references for which I am very grateful to Edward Capps). ἄρα ἱκοίμην, εἴ τι τοιοῦτον ἀνασχοίμην ποτέ, ἔστʼ ἂν δασύς τε εἴην τὰ σκέλη καὶ τὸ γένειον ἀπαράτιλτος· ὡς νῦν γε καὶ σὲ ἤδη ἐλεῶ τελέως ἡμῖν ἐκβεβακχευμένον.
6 βούλει οὖν ἀφέμενος, ὦ ἑταῖρε, τῶν βλασφημιῶν τούτων ἀκοῦσαί μού τι περὶ ὀρχήσεως λέγοντος καὶ τῶν ἐν αὐτῇ καλῶν, καὶ ὡς οὐ τερπνὴ μόνον ἀλλὰ καὶ ὠφέλιμός ἐστιν τοῖς θεωμένοις, καὶ ὅσα παιδεύει καὶ ὅσα διδάσκει, καὶ ὡς ῥυθμίζει τῶν ὁρώντων τὰς ψυχάς, καλλίστοις θεάμασιν ἐγγυμνάζουσα καὶ ἀρίστοις ἀκούσμασιν ἐνδιατρίβουσα καὶ κοινόν τι ψυχῆς καὶ σώματος κάλλος ἐπιδεικνυμένη; τὸ γὰρ καὶ μετὰ μουσικῆς καὶ ῥυθμοῦ ταῦτα πάντα ποιεῖν οὐ ψόγος ἂν αὐτῆς ἀλλʼ ἔπαινος μᾶλλον εἴη.
6 ἐμοὶ μὲν οὐ πάνυ σχολὴ μεμηνότος ἀνθρώπου ἀκροᾶσθαι τὴν νόσον τὴν αὑτοῦ ἐπαινοῦντος· σὺ δὲ εἰ βούλει λῆρόν τινα κατασκεδάσαι μου, ἕτοιμος φιλικὴν ταύτην λειτουργίαν ὑποστῆναι καὶ παρασχεῖν τὰ ὦτα, καὶ ἄνευ κηροῦ παρακούειν τῶν φαύλων δυνάμενος. ὥστε ἤδη σιωπήσομαί σοι, καὶ λέγε ὁπόσα ἐθέλεις ὡς μηδὲ ἀκούοντός τινος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi