23
ἐὰν ταῦτα ποιῇς, πρὸς ὀλίγον τὸν ἐπὶ τῇ ἀπαιδευσίᾳ ἔλεγχον ὑπομείνας καὶ μὴ αἰδεσθεὶς μεταμανθάνων, θαρρῶν ὁμιλήσεις τοῖς πλήθεσι καὶ οὐ καταγελασθήσῃ ὥσπερ νῦν οὐδὲ διὰ στόματος ἐπὶ τῷ χείρονι τοῖς ἀρίστοις ἔσῃ, Ἕλληνα καὶ Ἀττικὸν ἀποκαλούντων σε τὸν μηδὲβαρβάρων Gronovius: βάρβαρον MSS. βαρβάρων ἐν τοῖς σαφεστάτοις ἀριθμεῖσθαι ἄξιον. πρὸ πάντων δὲ ἐκεῖνο μέμνησό μοι, μὴ μιμεῖσθαι τῶν ὀλίγον πρὸ ἡμῶν γενομένων σοφιστῶν τὰ φαυλότατα μηδὲ περιεσθίειν ἐκεῖνα ὥσπερ νῦν, ἀλλὰ τὰ μὲν τοιαῦτα καταπατεῖν, ζηλοῦν δὲ τὰ ἀρχαῖα τῶν παραδειγμάτων. μηδέ σε θελγέτωσαν αἱ ἀνεμῶναι τῶν λόγων, ἀλλὰ κατὰ τὸν τῶν ἀθλητῶν νόμον ἡ στερρά σοι τροφὴ συνήθης ἔστω, μάλιστα δὲ Χάρισι καὶ Σαφηνείᾳ θῦε, ὧν πάμπολυ λίαν νῦν ἀπελέλειψο.
24
καὶ ὁ τῦφος δὲ καὶ ἡ μεγαλαυχία καὶ ἡ κακοήθεια καὶ τὸ βρενθύεσθαι καὶ λαρυγγίζειν ἀπέστω, καὶ τὸ διασιλλαίνειν τὰ τῶν ἄλλων καὶ οἴεσθαι ὅτι πρῶτος ἔσῃ αὐτός, ἢν τὰ πάντων συκοφαντῇς.
24
καὶ μὴν κἀκεῖνο οὐ μικρόν, μᾶλλον δὲ τὸ μέγιστον ἁμαρτάνεις, ὅτι οὐ πρότερον τὰς διανοίας τῶν λέξεων προπαρεσκευασμένος ἔπειτα κατακοσμεῖς τοῖς ῥήμασιν καὶ τοῖς ὀνόμασιν, ἀλλὰ ἤν που ῥῆμα ἔκφυλον εὕρῃς ἢ αὐτὸς πλασάμενος οἰηθῇς εἶναι καλόν, τούτῳ ζητεῖς διάνοιαν ἐφαρμόσαι καὶ ζημίαν ἡγῇ, ἂν μὴ παραβύσῃς αὐτό που, κἂν τῷ λεγομένῳ μηδʼ ἀναγκαῖον ᾖ, οἷον πρῴην τὸν θυμάλωπαθυμάλωπα Guyet: οὐμάλωπα MSS. οὐδὲ εἰδὼς ὅ τι σημαίνει, ἀπέρριψας οὐδὲν ἐοικότα τῷ ὑποκειμένῳ. καὶ οἱ μὲν ἰδιῶται πάντες ἐτεθήπεσαν ὑπὸ τοῦ ξένου πληγέντες τὰ ὦτα, οἱ πεπαιδευμένοι δὲ ἐπʼ ἀμφοτέροις, καὶ σοὶ καὶ τοῖς ἐπαινοῦσιν, ἐγέλων.