Thesauros Edebiyat satire Λεξιφάνης

Λεξιφάνης

Λεξιφάνης Lucian of Samosata
9 καὶ ἐν ταὐτῷ λελουμένοι εἰσεκώμασαν ἡμῖν αὐτεπάγγελτοι Μεγαλώνυμός τε ὁ δικοδίφης καὶ Χαιρέας ὁ χρυσοτέκτων ὁ κατὰ νώτου ποικίλος καὶ ὁ ὠτοκάταξις Εὔδημος. κἀγὼ ἠρόμην αὐτούς, τί παθόντες ὀψὲ ἥκοιεν. ὁ μὲν οὖν Χαιρέας, ἐγώ, ἦ δʼ ὅς, λῆρόν τινα ἐκρότουν καὶ ἐλλόβια καὶ πέδας τῇ θυγατρὶ τῇ ἐμῇ καὶ διὰ τοῦτο ὑμῖν ἐπιδείπνιος ἀφῖγμαι, ἐγὼ δέ, ἦ δʼ ὃς ὁ Μεγαλώνυμος, περὶ ἄλλα εἶχον· ἦν μὲν γὰρ ἄδικος ἡ ἡμέρα, ὡς ἴστε, καὶ ἄλογος· ὡς ἂν οὖν ἐχεγλωττίας οὔσης οὔτε ῥησιμετρεῖν εἶχον οὔτε ἡμερολεγδὸν προσυδρονομεῖσθαι·προσυδρονομεῖσθαι Harmon, from πρὸς ὑδωρονομεῖσθαι Γ: ὡς ὑδρονομεῖσθαι other MSS. πυθόμενος δὲ ὅτι ὁ στρατηγὸς ὀπτός ἐστιν, λαβὼν ἄχρηστα ἱμάτια εὐήτρια καὶ ἀφόρητα ὑποδήματα ἐξέφρησα ἐμαυτόν.
10 εἶτʼ εὐθὺς ἐντυγχάνω δᾳδούχῳ τε καὶ ἱεροφάντῃ καὶ τοῖς ἄλλοις ἀρρητοποιοῖς Δεινίαν σύρουσιν ἄγδην ἐπὶ τὴν ἀρχήν, ἔγκλημα ἐπάγοντας ὅτι ὠνόμαζεν αὐτούς, καὶ ταῦτα εὖ εἰδὼς ὅτι ἐξ οὗπερ ὡσιώθησαν, ἀνώνυμοί τέ εἰσι καὶ οὐκέτι ὀνομαστοὶ ὡς ἂν ἱερώνυμοι ἤδη γεγενημένοι.
10 οὐκ οἶδα, ἦν δʼ ἐγώ, ὃν λέγεις τὸν Δεινίαν· αἰκάλλειαἰκάλλει Bekker: ἐκάλει MSS. δʼ οὖν με τοὔνομα. ἔστιν, ἦ δʼ ὅς, ἐν τοῖς σκιραφείοις ἐγκαψικήδαλοςἐγκαψικήδαλος EN: ἐγκαμφικήδαλος Γ, ἐγκαμφικίδαλος Ω, ἐγκαψικίδαλος edd. The second part of the word (ἅπαξ λεγόμενον) is clearly from κήδαλον, not κίδαλον. ἄνθρωπος τῶν αὐτοληκύθων καὶ τῶν αὐτοκαβδάλων, ἀεὶ κουριῶν, ἐνδρομίδας ὑποδούμενος ἢ βαυκίδας, ἀμφιμάσχαλον ἔχων. τί οὖν, ἦν δʼ ἐγώ, ἔδωκεν ἀμηγέπη δίκην ἢ λὰξ πατήσας ᾤχετο; καὶ μὴν ἐκεῖνός γε, ἦ δʼ ὅς, ὁ τέωςσαυλούμενος Seiler; αὐλούμενος MSS. σαυλούμενος, ἤδη ἔμπεδός ἐστιν· ὁ γὰρ στρατηγὸς καίτοι ἀτιμαγελοῦντι καρπόδεσμά τε αὐτῷ περιθεὶς καὶ περιδέραιον ἐν ποδοκάκαις καὶ ποδοστράβαις ἐποίησεν εἶναι. ὥστε ἔνδεσμος ὢν ὑπέβδυλλέν τε ὁ κακοδαίμων ὑπὸ τοῦ δέους καὶ πορδαλέος ἦν καὶ χρήματα ἀντίψυχα διδόναι ἤθελεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi