Thesauros Edebiyat satire Λεξιφάνης

Λεξιφάνης

Λεξιφάνης Lucian of Samosata
1 Λεξιφάνης ὁ καλὸς μετὰ βιβλίου;
1 νὴ Δίʼ, ὦ Λυκῖνε, γράμμα ἐστὶν τητινόν τι τῶν ἐμῶν κομιδῇ νεοχμόν.
1 ἤδη γάρ τι καὶ περὶ αὐχμῶν ἡμῖν γράφεις;
1 οὐ δῆτα, οὐδὲ αὐχμὸν εἶπον, ἀλλὰ ὥρα σοι τὸ ἀρτιγραφὲς οὕτω καλεῖν. σὺ δὲ κυψελόβυστα ἔοικας ἔχειν τὰ ὦτα.
1 σύγγνωθι, ὦ ἑταῖρε· πολὺ γὰρ τοῦ αὐχμοῦ τὸ νεοχμὸν μετέχει. ἀλλʼ εἰπέ μοι, τίς ὁ νοῦς τῷ συγγράμματι;
1 ἀντισυμποσιάζω τῷ Ἀρίστωνος ἐν αὐτῷ.
1 πολλοὶ μὲν οἱ Ἀρίστωνες· σὺ δὲ ὅσον ἀπὸ τοῦ συμποσίου τὸν Πλάτωνά μοι ἔδοξας λέγειν.
1 ὀρθῶς ἀνέγνως. τὸ δὲ λεγόμενον ὡς ἄλλῳ παντὶ ἀνόητον ἂν ἦν.
1 οὐκοῦν ὀλίγα μοι αὐτοῦ ἀνάγνωθι τοῦ βιβλίου, ὅπως μὴ παντάπασιν ἀπολειποίμην τῆς ἑστιάσεως· νέκταρος γάρ τινος ἔοικας οἰνοχοήσειν ἡμῖν ἀπʼ αὐτοῦ.
1 τὸν μὲν εἴρωνα πεδοῖ κατάβαλε· σὺ δὲ εὔπορα ποιήσας τὰ ὦτα ἤδη ἄκουε. ἀπέστω δὲ ἡ ἐπιβύστρα ἡ Κυψελίς.
1 λέγε θαρρῶν, ὡς ἔμοιγε οὔτε Κύψελός τις οὔτε Περίανδρος ἐν τοῖς ὠσὶν κάθηται.
1 σκόπει δὴ μεταξύ, ὅπως διαπεραίνομαι, ὦ Λυκῖνε, τὸν λόγον, εἰ εὔαρχός τέτε Jaco bitz: γε MSS. ἐστι καὶ πολλὴν τὴν εὐλογίαν ἐπιδεικνύμενος καὶ εὔλεξις, ἔτι δὲ εὐώνυμος.
1 ἔοικε τοιοῦτος εἶναι σός γε ὤν. ἀλλʼ ἄρξαι ποτέ.
2 εἶτα δειπνήσομεν, ἦ δ’ ὃς ὁ Καλλικλῆς, εἶτα τὸ δειλινὸν περιδινησόμεθα ἐν Λυκείῳ, νῦν δὲ ἤδη καιρός ἐστιν χρίεσθαι τὸ ἡλιοκαὲς καὶ πρὸς τὴν εἵλην θέρεσθαι καὶ λουσαμένους ἀρτοσιτεῖν· καὶ ἤδη γε ἀπιτητέα. σὺ δέ, ὦ παῖ, στλεγγίδα μοι καὶ βύρσαν καὶ φωσώνια καὶ ῥύμματα ναυστολεῖν ἐς τὸ βαλανεῖον καὶ τοὐπίλουτρον κομίζειν· ἔχεις δὲ χαμᾶζε παρὰ τὴν ἐγγυοθήκην δύʼ ὀβολώ. σὺ δὲ τί καὶ πράξεις, ὦ Λεξίφανες, ἥξεις ἢ ἐλινύσεις ἔτι αὐτόθι;
1 / 12 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi