28
τοιούτοις δὴ καὶ τοσούτοις ὀνόμασι πλουτῶν αἰσχύνῃ τὴν ἀποφράδα; πρὸς θεῶν εἰπέ μοι, τί πάσχεις ἐπειδὰν κἀκεῖνα λέγωσιν οἱ πολλοί, λεσβιάζειν σε καὶ φοινικίζειν; ἆρα καὶ ταῦτα ὥσπερ τὴν ἀποφράδα ἀγνοεῖς καὶ οἴει τάχα που ἐπαινεῖσθαι πρὸς αὐτῶν; ἢ ταῦτα μὲν διὰ τὸ σύντροφον οἶσθα, τὴν ἀποφράδα δὲ ὡς ἀγνῶτα μόνην ἀτιμάζεις καὶ ἀποκλείεις τοῦ καταλόγου τῶν ὀνομάτων; τοιγαροῦν οὐ μεμπτὰς ἡμῖν τίνεις τὰς δίκας, ἀλλὰ μέχρι καὶ τῆς γυναικωνίτιδος περιβόητος εἶ. πρῴην γοῦν ἐπειδή τινα γάμον ἐν Κυζίκῳ μνᾶσθαι ἐτόλμησας, εὖ μάλα ἐκπεπυσμένη πάντα ἡ βελτίστη ἐκείνη γυνή, οὐκ ἂν προσείμην, ἔφη, ἄνδρα καὶ αὐτὸν ἀνδρὸς δεόμενον.
29
εἶτα ἐν τοιούτοις ὄντι σοι ὀνομάτων μέλει καὶ γελᾷς καὶ τῶν ἄλλων καταπτύεις, εἰκότως· οὐ γὰρ ἂν ἅπαντες ὅμοιά σοι λέγειν δυναίμεθα. πόθεν; τίς οὕτως ἐν λόγοις μεγαλότολμος, ὡς ἐπὶ μὲν τοὺς τρεῖς μοιχοὺς ἀντὶ ξίφους τρίαιναν αἰτεῖν; τὸν δὲ Θεόπομπον ἐπὶ τῷ Τρικαράνῳ κρίνοντα φάναι τριγλώχινι λόγῳ καθῃρηκέναι αὐτὸν τὰς προὐχούσας πόλεις; καὶ πάλιν, ἐκτριαινῶσαι αὐτὸν τὴν Ἑλλάδα καὶ εἶναι Κέρβερον ἐν τοῖς λόγοις; πρῴην γὰρ καὶ λύχνον ἅψας ἐζήτεις ἀδελφόν τινα, οἶμαι, ἀπολωλότα· καὶ ἄλλα μυρία, ὧν οὐδὲ μεμνῆσθαι ἄξιον, ἢ μόνου ἐκείνου, ὅπερ οἱ ἀκούσαντες ἀπεμνημόνευον. πλούσιός τις, οἶμαι, καὶ δύο πένητες ἦσαν ἐχθροί· εἶτα μεταξὺ περὶ τοῦ πλουσίου λέγων, ἀπέκτεινεν, ἔφης, θάτερον τῶν πενήτων. γελασάντων δέ, ὡς τὸ εἰκός, τῶν παρόντων, ἐπανορθούμενος δὴ σὺ καὶ ἀνατιθέμενος τὸ διημαρτημένον, οὐ μὲν οὖν, ἔφης, ἀλλὰ ἅτερον αὐτῶν ἀπέκτεινεν. ἐῶ τὰ ἀρχαῖα, τὸ τριῶν μηνοῖν καὶ τὸ ἀνηνεμία καὶ τὸ πέταμαι καὶ ἐκχύνειν καὶ ὅσα ἄλλα καλὰ τοῖς σοῖς λόγοις ἐπανθεῖ.