Thesauros Edebiyat satire Ψευδολογιστής

Ψευδολογιστής

Ψευδολογιστής Lucian of Samosata
8 ἦν μὲν ἡ τοῦ ἔτους ἀρχή, μᾶλλον δὲ ἡ ἀπὸ τῆς μεγάλης νουμηνίας τρίτη, ἐν ᾗ οἱ Ῥωμαῖοι κατά τι ἀρχαῖον εὔχονταί τε αὐτοὶ ὑπὲρ ἅπαντος τοῦ ἔτους εὐχάς τινας καὶ θύουσι, Νομᾶθύουσι Νομᾶ Cobet (Νουμᾶ vulg.): θύουσιν ἅμα MSS. τοῦ βασιλέως καταστησαμένου τὰς ἱερουργίας αὐτοῖς, καὶ πεπιστεύκασιν τοὺς θεοὺς ἐν ἐκείνῃ μάλιστα τῇ ἡμέρᾳ χρηματίζειν τοῖς εὐχομένοις. ἐν τοιαύτῃ τοίνυν ἑορτῇ καὶ ἱερομηνίᾳ ὁ τότε γελάσας ἐν Ὀλυμπίᾳ ἐκεῖνος ἐπὶ τῷ ὑποβολιμαίῳ Πυθαγόρᾳ ἰδὼν προσιόντα τὸν κατάπτυστον καὶ ἀλαζόνα, τὸν τῶν ἀλλοτρίων λόγων ὑποκριτήν (ἐτύγχανε δὲ καὶ τὸν τρόπον ἀκριβῶς εἰδὼς αὐτοῦ καὶ τὴν ἄλλην ἀσέλγειαν καὶ μιαρίαν τοῦ βίου καὶ ἃ ποιεῖν ἐλέγετο καὶ ἃ ποιῶν κατείληπτο) Ὥρα ἡμῖν, ἔφη πρός τινα τῶν ἑταίρων, ἐκτρέπεσθαι τὸ δυσάντητον τοῦτο θέαμα, ὃς φανεὶς ἔοικε τὴν ἡδίστην ἡμέραν ἀποφράδα ἡμῖν ποιήσειν.
8 Τοῦτʼ ἀκούσας ὁ σοφιστὴς τὴν ἀποφράδα ὥς τι ξένον καὶ ἀλλότριον τῶν Ἑλλήνων ὄνομα ἐγέλα εὐθὺς καὶ τὸν ἄνδρα τοῦ πάλαι ἐκείνου γέλωτος ἠμύνετο, ὡς γοῦν ᾤετο, καὶ πρὸς ἅπαντας ἔλεγεν, ἀποφράς, τί δὲ τοῦτό ἐστι; καρπός τις ἢ βοτάνη τις ἢ σκεῦος; ἆρα τῶν ἐσθιομένων ἢ πινομένων τί ἐστιν ἀποφράς; ἐγὼ μὲν οὔτε ἤκουσα πώποτε οὔτʼ ἂν συνείην ποτὲ ὅ τι καὶ λέγει.
9 ταῦθʼ ὁ μὲν ᾤετο κατὰ τούτου διεξιέναι καὶ πολὺν ἐπῆγε τῇ ἀποφράδι τὸν γέλων· ἐλελήθει δὲ κατʼ αὐτοῦ τὸ ὕστατον τεκμήριον ἀπαιδευσίας ἐκφέρων. ἐπὶ τούτῳ τὸν λόγον τόνδε συνέγραψεν ὁὁ Guyet: not in MSS. ἐμὲ προεισπέμψας ὑμῖν, ὡς δείξειε τὸν ἀοίδιμον σοφιστὴν τὰ κοινὰ τῶν Ἑλλήνων ἀγνοοῦντα καὶ ὁπόσα κἂν οἱ ἐπὶ τῶν ἐργαστηρίων καὶ τῶν καπηλείων εἰδεῖεν.
10 ταῦτα μὲν ὁ Ἔλεγχος, ἐγὼ δέ — ἤδη γὰρ αὐτὸς παρείληφα τοῦ δράματος τὰ λοιπά — δίκαιος ἂν εἴην τὰ ἐκ τοῦ Δελφικοῦ τρίποδος ἤδη λέγειν, οἷα μέν σου τὰ ἐν τῇ πατρίδι, οἷα δὲ τὰ ἐν τῇ Παλαιστίνῃ, οἷα δὲ τὰ ἐν Αἰγύπτῳ, οἷα δὲ τὰ ἐν Φοινίκῃ καὶ Συρίᾳ, εἶτα ἑξῆς τὰ ἐν Ἑλλάδι καὶ Ἰταλίᾳ, καὶ ἐπὶ πᾶσι τὰ ἐν Ἐφέσῳ νῦν, ἅπερ κεφαλαιωδέστατα τῆς ἀπονοίας τῆς σῆς καὶ κορυφὴ καὶ κορωνὶς τοῦ τρόπου. ἐπεὶ γὰρ κατὰ τὴν παροιμίαν Ἰλιεὺς ὢν τραγῳδοὺς ἐμισθώσω, καιρὸς ἤδη σοι ἀκούειν τὰ σαυτοῦ κακά.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi