Thesauros Edebiyat satire Ψευδολογιστής

Ψευδολογιστής

Ψευδολογιστής Lucian of Samosata
14 ἔστω, φησί τις, ἀλλὰ καὶ τῶν παλαιῶν ὀνομάτων τὰ μὲν λεκτέα, τὰ δʼ οὔ, ὁπόσα αὐτῶν μὴ συνήθη τοῖς πολλοῖς, ὡς μὴ ταράττοιμεν τὰς ἀκοὰς καὶ τιτρώσκοιμεν τῶν συνόντων τὰ ὦτα. ἐγὼ δέ, ὦ βέλτιστε, πρὸς μὲν σὲ ἴσως ταῦτα περὶ σοῦ εἰπὼν ἥμαρτον· ἐχρῆν γὰρ ἐχρῆν ἢ κατὰ Παφλαγόνων ἢ Καππαδοκῶν ἢ Βακτρίων πάτρια διαλέγεσθαί σοι, ὡςὡς du Soul: ἕως MSS. ἐκμάθῃς τὰ λεγόμενα καὶ σοὶ ἀκούειν ᾖᾖ Jacobitz: not in MSS. ἡδέα. τοῖς δʼ ἄλλοις Ἕλλησιν οἶμαι καθʼ Ἑλλάδα γλῶτταν συνεῖναι χρή. εἶτα καὶ τῶν Ἀττικῶν κατὰ χρόνους τινὰς πολλὰ ἐντρεψάντων τῆς αὑτῶν φωνῆς, τοῦτο ἐν τοῖς μάλιστα τὸ ὄνομα διετέλεσεν οὕτως ἀεὶ καὶ πρὸς ἁπάντων αὐτῶν λεγόμενον.
15 εἶπον ἂν καὶ τοὺς πρὸ ἡμῶν κεχρημένους τῷ ὀνόματι, εἰ μὴ καὶ ταύτῃ σε διαταράξειν ἔμελλον, ξένα σοι καὶ ἄγνωστα ποιητῶν καὶ ῥητόρων καὶ συγγραφέων ὀνόματα διεξιών. μᾶλλον δὲ οὐδʼ ἐγώ σοι τοὺς εἰπόντας ἐρῶ, πάντες γὰρ ἴσασιν, ἀλλὰ σύ μοι ἕνα τῶν πάλαι δείξας οὐ κεχρημένον τῷ ὀνόματι, χρυσοῦς, φασίν, ἐν Ὀλυμπίᾳ στάθητι.στάθητι (M?) ed. Flor.: στάχυσι(ν) ΕΓΝ: στάχυας Α. Cf. Plato, Phaedrus, 236 B. καίτοι ὅστις γέρων ὢν καὶ ἀφῆλιξ τὰ τοιαῦτα ἀγνοεῖ, δοκεῖ μοι καὶ ὅτι Ἀθῆναι πόλις ἐστὶν ἐν τῇ Ἀττικῇ καὶ Κόρινθος ἐπὶ τῷ Ἰσθμῷ καὶ Σπάρτη ἐν Πελοποννήσῳ μὴ εἰδέναι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi