1
ἀλλʼ ὅτι μὲν ἠγνόεις τοὔνομα τὴν ἀποφράδα παντί που δῆλον. πῶς γὰρ ἂν ᾐτιῶ βάρβαρον εἶναί με τὴν φωνὴν ἐπʼ αὐτῷ, εἰπόντα ὑπὲρ σοῦ ὡς ἀποφράδι ὅμοιος εἴης (τὸν γὰρ τρόπον σου νὴ Δία μέμνημαι εἰκάσας τῇ τοιαύτῃ ἡμέρᾳ), εἰ μὴ καὶ παντάπασιν ἀνήκοος ἦσθα τοῦ ὀνόματος; ἐγὼ δὲ τὴν μὲν ἀποφράδα ὅ τι καὶ βούλεται εἶναι διδάξω σε μικρὸν ὕστερον· τὸ δὲ τοῦ Ἀρχιλόχου ἐκεῖνο ἤδη σοι λέγω, ὅτι τέττιγα τοῦ πτεροῦ συνείληφας, εἴπερ τινὰ ποιητὴν ἰάμβων ἀκούεις Ἀρχίλοχον, Πάριον τὸ γένος, ἄνδρα κομιδῇ ἐλεύθερον καὶ παρρησίᾳ συνόντα, μηδὲν ὀκνοῦντα ὀνειδίζειν, εἰ καὶ ὅτι μάλιστα λυπήσειν ἔμελλε τοὺς περιπετεῖς ἐσομένους τῇ χολῇ τῶν ἰάμβων αὐτοῦ. ἐκεῖνος τοίνυν πρός τινος τῶν τοιούτων ἀκούσας κακῶς τέττιγα ἔφη τὸν ἄνδρα εἰληφέναι τοῦ πτεροῦ, εἰκάζων ἑαυτὸν τῷ τέττιγι ὁ Ἀρχίλοχος φύσει μὲν λάλῳ ὄντι καὶ ἄνευ τινὸς ἀνάγκης, ὁπόταν δὲ καὶ τοῦ πτεροῦ ληφθῇ, γεγωνότερον βοῶντι. καὶ σὺ δή, ἔφη, ὦ κακόδαιμον ἄνθρωπε, τί βουλόμενος ποιητὴν λάλον παροξύνεις ἐπὶ σεαυτὸν αἰτίας ζητοῦντα καὶ ὑποθέσεις τοῖς ἰάμβοις;
2
ταῦτά σοι καὶ αὐτὸς ἀπειλῶ, οὐ μὰ τὸν Δία τῷ Ἀρχιλόχῳ εἰκάζων ἐμαυτόν — πόθεν; πολλοῦ γε καὶ δέω — σοὶ δὲ μυρία συνειδὼς ἰάμβων ἄξια βεβιωμένα, πρὸς ἅ μοι δοκεῖ οὐδʼ ἂν ὁ Ἀρχίλοχος αὐτὸς διαρκέσαι, προσπαρακαλέσας καὶ τὸν Σιμωνίδην καὶ τὸν Ἱππώνακτα συμποιεῖν μετʼ αὐτοῦ κἂν ἕν τι τῶν προσόντων σοι κακῶν, οὕτω σύ γε παῖδας ἀπέφηνας ἐν πάσῃ βδελυρίᾳ τὸν ὈροδοκίδηνὈροδοκίδην ΓΕ: Ὁροδοικίδην Ν: Ὀροδοικίδην edd. καὶ τὸν Λυκάμβην καὶ τὸν Βούπαλον, τοὺς ἐκείνων ἰάμβους. καὶ ἔοικε θεῶν τις ἐπὶ χεῖλος ἀγαγεῖν σοι τότε τὸν γέλων ἐπὶ τῇ ἀποφράδι λεχθείσῃ, ὡς αὐτὸς μὲν Σκυθῶν καταφανέστερος γένοιο κομιδῇ ἀπαίδευτος ὢν καὶ τὰ κοινὰ ταῦτα καὶ τὰ ἐν ποσὶν ἀγνοῶν, ἀρχὴν δὲ εὔλογον παράσχοις τῶν κατὰ σοῦ λόγων ἀνδρὶ ἐλευθέρῳ καὶ οἴκοθέν σε ἀκριβῶς εἰδότι καὶ μηδὲν ὑποστελουμένῳὑποστελλομένου. Α. τὸ μὴ οὐχὶ πάντα ἐξειπεῖν, μᾶλλον δὲ κηρῦξαι, ἃ πράττεις νύκτωρ καὶ μεθʼ ἡμέραν ἔτι καὶ νῦν ἐπὶ πολλοῖς τοῖς πρὶν ἐκείνοις.