Thesauros Edebiyat satire Τυραννοκτόνος

Τυραννοκτόνος

Τυραννοκτόνος Lucian of Samosata
18 οὐ γὰρ ἠγνόουν, ὦ οὗτος, οὐκ ἠγνόουν, οὐδὲ τῶν ἄλλων οὐδείς, ὅσην ἐκεῖνος εὔνοιαν πρὸς τὸν υἱὸν εἶχεν καὶ ὡς οὐκ ἂν ἠξίωσεν ἐπιβιῶναι οὐδʼ ὀλίγον αὐτῷ χρόνον. πάντες μὲν γὰρ πατέρες ἴσως πρὸς τοὺς παῖδας τοιοῦτοι, ὁ δὲ καὶ περιττότερόν τι τῶν ἄλλων εἶχεν, εἰκότως, ὁρῶν μόνον ἐκεῖνον κηδεμόνα καὶ φύλακα τῆς τυραννίδος καὶ μόνον προκινδυνεύοντα τοῦ πατρὸς καὶ τὴν ἀσφάλειαν τῇ ἀρχῇ παρεχόμενον. ὥστε εἰ καὶ μὴ διὰ τὴν εὔνοιαν, ἀλλὰ διὰ τὴν ἀπόγνωσιν εὐθὺς ἠπιστάμην τεθνηξόμενον αὐτὸν καὶ λογιούμενον ὡς οὐδὲν ἔτι τοῦ ζῆν ὄφελος τῆς ἐκ τοῦ παιδὸς ἀσφαλείας καθῃρημένης. ἅπαντα τοίνυν αὐτῷ ἀθρόα περιέστησα, τὴν φύσιν, τὴν λύπην, τὴν ἀπόγνωσιν, τὸν φόβον, τὰς ἐπὶ τῶν μελλόντων ...τὰς ἐπί τῶν μελλόντων ΓΒUΖ: τὸν ἐπὶ τῶν μελλόντων N: τὰς ἐπὶ τῶν μελλόντων ἐλπίδας  χρόνων (C)AF, edd—plausible, but conjectural, for  more is missing. Supply approximately ἐλπίδας πονηράς. τούτοις οὖν. This is the reading followed in the translation. ἐπʼ αὐτὸν ἐχρησάμην τοῖς συμμάχοις καὶ πρὸςπρὸς Ῥοϊ]οῦ: περὶ MSS., perhaps a variant on ἐπὶ above. τὴν τελευταίαν ἐκείνην σκέψιν κατηνάγκασα. ἀπέθανεν ὑμῖν ἄτεκνος, λελυπημένος, ὀδυρόμενος, δακρύων, πεπενθηκὼς πένθος ὀλιγοχρόνιον μέν, ἀλλʼ ἱκανὸν πατρί, καὶ τὸ δεινότατον, αὐτὸς ὑφʼ αὑτοῦ, ὅσπερ θανάτων οἴκτιστος καὶ πολλῷ χαλεπώτερος ἢ εἰ ὑπʼ ἄλλου γίγνοιτο.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi