Thesauros Edebiyat satire Τυραννοκτόνος

Τυραννοκτόνος

Τυραννοκτόνος Lucian of Samosata
7 ἀλλʼ οὐκ ἐμὲ ταῦτα ἐφόβησεν οὐδὲ τὸ δυσχερὲς τῆς πράξεως λογισάμενος ἀπώκνησα οὐδὲ πρὸς τὸν κίνδυνον ἀπεδειλίασα, μόνος δέ, μόνος πρὸς οὕτως ἰσχυρὰν καὶ πολλὴν τυραννίδα, μᾶλλον δὲ οὐ μόνος, ἀλλὰ μετὰ τοῦ ξίφους ἀνῄειν τοῦ συμμεμαχημένου καὶ τὸ μέρος συντετυραννοκτονηκότος, πρὸ ὀφθαλμῶν μὲν τὴν τελευτὴν ἔχων, ἀλλαξόμενος δὲ ὅμως τὴν κοινὴν ἐλευθερίαν τῆς σφαγῆς τῆς ἐμῆς. ἐντυχὼν δὲ τῇ πρώτῃ φρουρᾷ καὶ τρεψάμενος οὐ ῥᾳδίως τοὺς δορυφόρους καὶ τὸν ἐντυγχάνοντα κτείνων καὶ τὸ ἀνθιστάμενον πᾶν διαφθείρων ἐπὶ τὸ κεφάλαιον αὐτὸ τῶν ἔργων ἱέμην, ἐπὶ τὴν μόνην τῆς τυραννίδος ἰσχύν, ἐπὶ τὴν ὑπόθεσιν τῶν ἡμετέρων συμφορῶν· καὶ ἐπιστὰς τῷ τῆς ἀκροπόλεως φρουρίῳ καὶ ἰδὼν γεννικῶς ἀμυνόμενον καὶ ἀνθιστάμενον πολλοῖς τραύμασιν ὅμως ἀπέκτεινα.
8 καὶ ἡ μὲν τυραννὶς ἤδη καθῄρητο, καὶ πέρας εἶχέ μοι τὸ τόλμημα, καὶ τὸ ἀπʼ ἐκείνου πάντες ἦμεν ἐλεύθεροι, ἐλείπετο δὲ γέρων ἔτι μόνος, ἄνοπλος, ἀποβεβληκὼς τοὺς φύλακας, ἀπολωλεκὼς τὸν μέγαν ἐκεῖνον ἑαυτοῦ δορυφόρον, ἔρημος, οὐδὲ γενναίας ἔτι χειρὸς ἄξιος.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi