Thesauros Edebiyat satire Τυραννοκτόνος

Τυραννοκτόνος

Τυραννοκτόνος Lucian of Samosata
10 οὑτοσὶ δὲ ἀντιλέγει καὶ φησὶν οὐκ εὔλογον ποιεῖν με τιμᾶσθαι θέλοντα καὶ δωρεὰν λαμβάνειν· οὐ γὰρ εἶναι τυραννοκτόνον οὐδὲ πεπρᾶχθαί μοί τι κατὰ τὸν νόμον, ἀλλʼ ἐνδεῖν τι τῷ ἔργῳ τῷ ἐμῷ πρὸς ἀπαίτησιν τῆς δωρεᾶς. πυνθάνομαι τοίνυν αὐτοῦ, τί λοιπὸν ἀπαιτεῖς παρʼ ἡμῶν; οὐκ ἠβουλήθην; οὐκ ἀνῆλθον; οὐκ ἐφόνευσα; οὐκ ἠλευθέρωσα; μή τις ἐπιτάττει; μή τις κελεύει; μή τις ἀπειλεῖ δεσπότης; μή τίς με τῶν κακούργων διέφυγεν; οὐκ ἂν εἴποις. ἀλλὰ πάντα εἰρήνης μεστὰ καὶ πάντες οἱ νόμοι καὶ ἐλευθερία σαφὴς καὶ δημοκρατία βέβαιος καὶ γάμοι ἀνύβριστοι καὶ παῖδες ἀδεεῖς καὶ παρθένοι ἀσφαλεῖς καὶ ἑορτάζουσα τὴν κοινὴν εὐτυχίαν ἡ πόλις. τίς οὖν ὁ τούτων ἁπάντων αἴτιος; τίς ὁ ἐκεῖνα μὲν παύσας, τὰ δὲ παρεσχημένος; εἰ γάρ τίς ἐστι πρὸ ἐμοῦπρὸ ἐμοῦ  Gesner: τῶν πρὸ ἐμοῦ except Z (τῶν πάντων πρὸ ἐμοῦ). τιμᾶσθαι δίκαιος, παραχωρῶ τοῦ γέρως, ἐξίσταμαι τῆς δωρεᾶς. εἰ δὲ μόνος ἐγὼ πάντα διεπραξάμην τολμῶν καὶκαὶ not in N. κινδυνεύων, ἀνιών, ἀναιρῶν, κολάζων, διʼ ἀλλήλων τιμωρούμενος, τί μου διαβάλλεις τὰ κατορθώματα; τί δὲ ἀχάριστον πρός με τὸν δῆμον ποιεῖς εἶναι;
11 οὐ γὰρ αὐτὸν ἐφόνευσας τὸν τύραννον· ὁ δὲ νόμος τυραννοκτόνῳ δίδωσιν τὴν δωρεάν. διαφέρει δέ, εἰπέ μοι, τί ἢ αὐτὸν ἀνελεῖν ἢ τοῦ θανάτου παρασχεῖν τὴν αἰτίαν; ἐγὼ μὲν γὰρ οὐδὲν οἶμαι· ἀλλὰ τοῦτο μόνον ὁ νομοθέτης εἶδεν, τὴν ἐλευθερίαν, τὴν δημοκρατίαν, τὴν τῶν δεινῶν ἀπαλλαγήν. τοῦτʼ ἐτίμησεν, τοῦτʼ ἄξιον ἀμοιβῆς ὑπέλαβεν, ὅπερ οὐκ ἂν εἴποις μὴ διʼ ἐμὲ γεγενῆσθαι. εἰ γὰρ ἐφόνευσα διʼ ὃν ἐκεῖνος ζῆν οὐκ ἐδύνατο, αὐτὸς εἴργασμαι τὴν σφαγήν. ἐμὸς ὁ φόνος, ἡ χεὶρ ἐκείνου. μὴ τοίνυν ἀκριβολογοῦ ἔτι περὶ τοῦ τρόπου τῆς τελευτῆς μηδὲ ἐξέταζε ὅπως ἀπέθανεν, ἀλλʼ εἰ μηκέτʼ ἐστίν, εἰ δι’ ἐμὲ τὸ μηκέτʼ εἶναι ἔχει· ἐπεὶ κἀκεῖνο προσεξετάσειν μοι δοκεῖς καὶ συκοφαντήσειν τοὺς εὐεργέτας, εἴ τις μὴ ξίφει, ἀλλὰ λίθῳ ἢ ξύλῳ ἢ ἄλλῳ τῳ τρόπῳ ἀπέκτεινεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi