3
Καίτοι ταῦτα πάντα ὁπόσα εἶπον—τὸ θάλπος, τὸ δίψος, ἡ ἐρημία, τὸ μηδὲν ἔχειν ἐκ τῆς γῆς λαβεῖν—ἧττον ὑμῖν δυσχερῆ εἶναι δόξει τοῦ λεχθησομένου, καὶ δι’ ὃ φευκτέα πάντως ἡ χώρα ἐκείνη. ἑρπετὰ γὰρ ποικίλα μεγέθει τε μέγιστα καὶ πλήθει πάμπολλα καὶ τὰς μορφὰς ἀλλόκοτα καὶ τὸν ἰὸν ἄμαχα ἐπινέμεται τὴν γῆν, τὰ μὲν ὑποβρύχια, φωλεύοντα ἐν μυχῷ τῆς ψάμμου, τὰ δὲ ἄνω ἐπιπολάζοντα—φύσαλοι καὶ ἀσπίδες καὶ ἔχιδναι καὶ κεράσται καὶ βουπρήστεις καὶ ἀκοντίαι καὶ ἀμφίσβαιναι καὶ δράκοντες καὶ σκορπίων γένος διττόν, τὸ μὲν ἕτερον ἐπίγειόν τι καὶ πεζόν, ὑπέρμεγα καὶ πολυσφόνδυλον, θάτερον δὲ ἐναέριον καὶ πτηνόν, ὑμενόπτερον δὲ οἷα ταῖς ἀκρίσι ἀκρίσι Bochart: ἰκτῖσι MSS. καὶ τέττιξι καὶ νυκτερίσι τὰ πτερά. τοιαῦτα ὄρνεα πολλὰ ἐπιπετόμενα οὐκ εὐπρόσιτον ἀπεργάζεται τὴν Λιβύην ἐκείνην.
4
Τὸ δὲ δὴ πάντων ἑρπετῶν δεινότατον ὧν ἡ ψάμμος τρέφει ἡ διψάς ἐστιν, ὄφις οὐ πάνυ μέγας, ἐχίδνῃ ὅμοιος, τὸ δῆγμα βίαιος, τὸν ἰὸν παχύς, ὀδύνας μὲν ἀλήκτους ἐπάγων εὐθύς· ἐκκαίει τε γὰρ καὶ σήπει καὶ πίμπρασθαι ποιεῖ, καὶ βοῶσιν ὥσπερ ἐν πυρᾷ κείμενοι. τὸ δὲ μάλιστα καταπονοῦν καὶ κατατρῦχον αὐτοὺς ἐκεῖνό ἐστιν, ὁμώνυμον πάθος τῷ ἑρπετῷ. διψῶσι γὰρ εἰς ὑπερβολήν, καὶ τὸ παραδοξότατον, ὅσῳπερ ἂν πίνωσι, τοσούτῳ μᾶλλον ὀρέγονται τοῦ ποτοῦ· καὶ ἡ ἐπιθυμία πολὺ πλέον ἐπιτείνεται αὐτοῖς. οὐδ’ ἂν σβέσειάς ποτε τὸ δίψος, οὐδ’ ἢν τὸν Νεῖλον αὐτὸν ἢ τὸν Ἴστρον ὅλον ἐκπιεῖν παράσχῃς, ἀλλὰ προσεκκαύσειας προσεκκαύσειας L. A. Post; προσεκκαύσεις MSS. ἐπάρδων τὴν νόσον, ὥσπερ ἂν εἴ τις ἐλαίῳ πῦρ κατασβεννύοι.
5
λέγουσιν ἰατρῶν παῖδες ἐκείνην τὴν αἰτίαν εἶναι, παχὺν τὸν ἰὸν ὄντα ἔπειτα δευόμενον τῷ ποτῷ ὀξυκίνητον γίγνεσθαι, ὑγρότερον ὡς τὸ εἰκός καθιστάμενον καὶ ἐπὶ πλεῖστον διαχεόμενον.