7
Ἐγώ σοι φράσω. τὸ μὲν ὅλον, γέρων ἤδη καὶ ποδαγρὸς ὑπὸ τοῦ χρόνου ὤν. διὸ καὶ πεπεδῆσθαί με οἱ πολλοὶ εἴκασαν. οὐ γὰρ ἠδυνάμην διαρκεῖν πρὸς οὕτω πολλὴν τὴν ἀδικίαν τῶν νῦν, ἀλλ’ ἀεὶ ἀναθεῖν ἔδει ἄνω καὶ κάτω τὸν κεραυνὸν διηρμένον τοὺς ἐπιόρκους ἢ ἱεροσύλους ἢ βιαίους καταφλέγοντα, καὶ τὸ πρᾶγμα πάνυ ἐργῶδες ἦν καὶ νεανικόν. ἐξέστην οὖν εὖ ποιῶν τῷ Διί. καὶ ἄλλως δὲ καλῶς ἔχειν ἐδόκει μοι διανείμαντα τοῖς παισὶν οὖσι τὴν ἀρχὴν αὐτὸν εὐωχεῖσθαι τὰ πολλὰ ἐφ’ ἡσυχίας οὔτε τοῖς εὐχομένοις χρηματίζοντα οὔτε ὑπὸ τῶν τἀναντία αἰτούντων ἐνοχλούμενον οὔτε βροντῶντα ἢ ἀστράπτοντα ἢ χάλαζαν ἐνίοτε βάλλειν ἀναγκαζόμενον· ἀλλὰ πρεσβυτικόν τινα τοῦτον ἥδιστον βίον διάγω ζωρότερον πίνων τὸ νέκταρ, τῷ Ἰαπετῷ καὶ τοῖς ἄλλοις τοῖς ἡλικιώταις προσμυθολογῶν· ὁ δὲ ἄρχει μυρία ἔχων πράγματα. πλὴν ὀλίγας ταύτας ἡμέρας ἐφ’ οἷς εἶπον ὑπεξελέσθαι μοι ἔδοξε καὶ ἀναλαμβάνω τὴν ἀρχήν, ὡς ὑπομνήσαιμι τοὺς ἀνθρώπους οἷος ἦν ὁ ἐπ’ ἐμοῦ βίος, ὁπότε ἄσπορα καὶ ἀνήροτα πάντα ἐφύετο αὐτοῖς, οὐ στάχυες, ἀλλ’ ἕτοιμος ἄρτος καὶ κρέα ἐσκευασμένα, καὶ ὁ οἶνος ἔρρει ποταμηδὸν καὶ πηγαὶ μέλιτος καὶ γάλακτος· ἀγαθοὶ γὰρ ἦσαν καὶ χρυσοῖ ἅπαντες. αὕτη μοι ἡ αἰτία τῆς ὀλιγοχρονίου ταύτης δυναστείας, καὶ διὰ τοῦτο ἁπανταχοῦ κρότος καὶ ᾠδὴ καὶ παιδιὰ καὶ ἰσοτιμία πᾶσι καὶ δούλοις καὶ ἐλευθέροις. οὐδεὶς γὰρ ἐπ’ ἐμοῦ δοῦλος ἦν.
8
Ἐγὼ δέ, ὦ Κρόνε, καὶ τοῦτο εἴκαζον τὸ τὸ add Jacobitz. εἰς τοὺς δούλους καὶ πεδότριβας πεδότριβας two late MSS.: παιδοτρίβας other MSS. φιλάνθρωπον ἐκ τοῦ μυθου ἐκείνου ποιεῖν σε τιμῶντα τοὺς τὰ ὅμοια πάσχοντας, ἅτε καὶ αὐτὸν δουλεύοντα, μεμνημένον τῆς πέδης.
8
Οὐ παύσῃ γὰρ τοιαῦτα ληρῶν;
8
Εὖ λέγεις, καὶ παύσομαι. πλὴν ἔτι μοι κα τοῦτο ἀπόκριναι. τὸ πεττεύειν σύνηθες ἦν τοῖς ἐπὶ σοῦ ἀνθρώποις;
8
Καὶ μάλα, οὐ μὴν περὶ ταλάντων γε καὶ μυριάδων ὥσπερ ὑμῖν, ἀλλὰ περὶ καρύων τὸ μέγιστον, ὡς μὴ ἀνιᾶσθαι ἡττηθέντα μηδὲ δακρύειν ἀεὶ ἄσιτον ὄντα μόνον τῶν ἄλλων.