Thesauros Edebiyat satire Τὰ πρὸς Κρόνον

Τὰ πρὸς Κρόνον

Τὰ πρὸς Κρόνον Lucian of Samosata
13 Λογισμοὺς παρὰ τῶν ἐπιμελουμένων Κρονίοις λαμβάνειν μηδὲ τοῦτο ἐξέστω.
13 Μηδεὶς τὸν ἄργυρον ἢ τὴν ἐσθῆτα ἐξεταζέτω μηδὲ ἀναγραφέτω ἐν τῇ ἑορτῇ μηδὲ γυμναζέσθω Κρονίοις μηδὲ λόγους ἀσκεῖν ἢ ἐπιδείκνυσθαι, πλὴν εἴ τινες ἀστεῖοι καὶ φαιδροὶ σκῶμμα καὶ παιδιὰν ἐμφαίνοντες.
14 2. ΝΟΜΟΙ ΔΕΥΤΕΡΟΙ
14 Πρὸ πολλοῦ τῆς ἑορτῆς οἱ πλούσιοι γραφόντων μὲν ἐς πινάκιον ἑκάστου τῶν φίλων τοὔνομα, ἐχόντων δὲ καὶ ἀργύριον ἕτοιμον ὅσον τῶν κατ’ ἔτος προσιόντων τὸ δέκατον καὶ ἐσθῆτα τῆς οὔσης τὴν περιττὴν καὶ ὅση παχυτέρα ἢ κατ’ αὐτοὺς κατασκευή, καὶ τῶν ἀργυρῶν οὐκ ὀλίγα. ταῦτα μὲν πρόχειρα ἔστω.
14 Τῇ δὲ πρὸ τῆς ἑορτῆς καθάρσιον μέν τι περιφερέσθω καὶ ὑπ’ αὐτῶν ἐξελαυνέσθω ἐκ τῆς οἰκίας μικρολογία καὶ φιλαργυρία καὶ φιλοκερδία καὶ ὅσα τοιαῦτα ἄλλα σύνοικα τοῖς πλείστοις αὐτῶν.
14 Ἐπειδὰν δὲ καθαρὰν τὴν οἰκίαν ἐξεργάσωνται, θυόντων Διὶ πλουτοδότῃ καὶ Ἑρμῇ δώτορι καὶ Ἀπόλλωνι μεγαλοδώρῳ.
14 Εἶτα περὶ δείλην ὀψίαν ἀναγινωσκέσθω μὲν σφίσι τὸ φιλικὸν ἐκεῖνο πινάκιον.
15 κατανείμαντες δὲ αὐτοὶ κατ’ ἀξίαν ἑκάστῳ πρὶν ἥλιον δῦναι πεμπόντων τοῖς φίλοις. οἱ δὲ ἀποκομίζοντες μὴ πλείους τριῶν ἢ τεττάρων, οἱ πιστότατοι τῶν οἰκετῶν, ἤδη πρεσβῦται. ἐγγραψάσθω δὲ ἐς γραμμάτιον ὅ τι τὸ πεμπόμενον καὶ ὅσον, ὡς μὴ ἀμφότεροι ὑποπτεύοιεν τοὺς διακομίζοντας. αὐτοὶ δὲ οἱ οἰκέται μίαν κύλικα ἕκαστος πιόντες ἀποτρεχόντων, ἀπαιτούντων δὲ μηδὲν πλέον. Τοῖς πεπαιδευμένοις διπλάσια πάντα πεμπέσθω· ἄξιον γὰρ διμοιρίτας εἶναι. τὰ δὲ ἐπὶ τοῖς δώροις λεγόμενα ὡς μετριώτατα καὶ ὀλίγιστα ἔστω. ἐπαχθὲς δὲ μηδεὶς μηδὲν συνεπιστελλέτω μηδὲ ἐπαινείτω τὰ πεμπόμενα.
15 Πλούσιος πλουσίῳ μηδὲν πεμπέτω μηδὲ ἑστιάτω Κρονίοις ὁ πλούσιος τὸν ἰσότιμον. τῶν εἰς τὸ πεμφθῆναι προχειρισθέντων φυλασσέσθω μηδὲν μηδὲ μετάνοια εἰσίτω ἐπὶ τῇ δωρεᾷ.
15 Εἴ τις πέρυσιν ἀποδημῶν δι’ αὐτὸ ἄμοιρος κατέστη, ἀπολαμβανέτω κἀκεῖνα.
15 Διαλυόντων δὲ οἱ πλούσιοι καὶ χρέα ὑπὲρ τῶν φίλων τῶν πενήτων καὶ τὸ ἐνοίκιον, οἵτινες ἂν καὶ τοῦτο ὀφείλοντες καταβαλεῖν μὴ ἔχωσι. καὶ ὅλως, πρὸ πολλοῦ μελέτω αὐτοῖς εἰδέναι ὅτου μάλιστα δέονται.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi