Thesauros Edebiyat satire Σκύθης ἢ Πρόξενος

Σκύθης ἢ Πρόξενος

Σκύθης ἢ Πρόξενος Lucian of Samosata
7 Σκύθης δέ ἐστι τῶν παρ' ἡμῖν εὐπατριδῶν, καὶ ὅμως τἀκεῖ πάντα ἀφεὶς ἥκει συνεσόμενος ὑμῖν καὶ τὰ κάλλιστα ὀψόμενος τῆς Ἑλλάδος, κἀγὼ ἐπίτομόν τινα ταύτην ἐξεῦρον αὐτῷ, ὅπως ῥᾷστα καὶ αὐτὸς μάθοι πάντα καὶ γνώριμος γένοιτο τοῖς ἀρίστοις· τοῦτο δ’ ἦν σοὶ προσαγαγεῖν αὐτόν. εἰ τοίνυν ἐγὼ Σόλωνα οἶδα, οὕτω ποιήσεις καὶ προξενήσεις αὐτοῦ καὶ πολίτην γνήσιον ἀποφανεῖς τῆς Ἑλλάδος. καὶ ὅπερ σοι ἔφην μικρὸν ἔμπροσθεν, ὦ Ἀνάχαρσι, πάντα ἑώρακας ἤδη Σόλωνα ἰδών· τοῦτο αἱ Ἀθῆναι, τοῦτο ἡ Ἑλλάς· οὐκέτι ξένος σύ γε, πάντες σύ γε, πάντες Fritzsche: σύμπαντές MSS. σε ἴσασι, πάντες σε φιλοῦσι. τηλικοῦτόν ἐστι τὸ κατὰ τὸν πρεσβύτην τοῦτον. ἁπάντων ἐπιλήσῃ τῶν ἐν Σκυθίᾳ συνὼν αὐτῷ. ἔχεις τῆς ἀποδημίας τὰ ἆθλα, τοῦ ἔρωτος τὸ τέλος. οὗτός σοι ὁ Ἑλληνικὸς κανών, τοῦτο δεῖγμα τῆς φιλοσοφίας τῆς Ἀττικῆς. οὕτω τοίνυν γίγνωσκε ὡς εὐδαιμονέστατος ὤν, ὃς συνέσῃ Σόλωνι καὶ φίλῳ χρήσῃ αὐτῷ.
8 Μακρὸν ἂν εἴη διηγήσασθαι, ὅπως μὲν ἥσθη ὁ Σόλων τῷ δώρῳ, οἷα δὲ εἶπεν, ὡς δὲ τὸ λοιπὸν συνῆσαν, ὁ μὲν παιδεύων καὶ διδάσκων τὰ κάλλιστα, ὁ Σόλων, καὶ φίλον ἅπασι ποιῶν τὸν Ἀνάχαρσιν καὶ προσάγων τοῖς Ἑλλήνων καλοῖς καὶ πάντα τρόπον ἐπιμελούμενος, ὅπως ἥδιστα διατρίψῃ διατρίψῃ Graevius: διαπρέψῃ N: διαπρέψει Γ. ἐν τῇ Ἑλλάδι, ὁ δὲ τεθηπὼς τὴν σοφίαν αὐτοῦ καὶ μηδὲ τὸν ἕτερον πόδα ἑκὼν εἶναι ἀπολειπόμενος. ὡς γοῦν ὑπέσχετο αὐτῷ ὁ Τόξαρις, ἐξ ἑνὸς ἀνδρὸς τοῦ Σόλωνος ἅπαντα ἔγνω ἐν ἀκαρεῖ καὶ πᾶσιν ἦν γνώριμος καὶ ἐτιμᾶτο δι’ ἐκεῖνον. οὐ γὰρ μικρὸν ἦν Σόλων ἐπαινῶν, ἀλλ’ οἱ ἄνθρωποι καὶ τοῦτο ὡς νομοθέτῃ ἐπείθοντο καὶ ἐφίλουν οὓς ἐκεῖνος δοκιμάζοι καὶ ἐπίστευον ἀρίστους ἄνδρας εἶναι. τὰ τελευταῖα καὶ ἐμυήθη μόνος βαρβάρων Ἀνάχαρσις, δημοποίητος γενόμενος, εἰ χρὴ Θεοξένῳ πιστεύειν καὶ τοῦτο ἱστοροῦντι περὶ αὐτοῦ· καὶ οὐκ ἂν οὐδὲ ἀνέστρεψεν οἶμαι ἐς Σκύθας, εἰ μὴ Σόλων ἀπέθανεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi