Thesauros Edebiyat satire Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων

Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων

Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων Lucian of Samosata
25 Ὁρᾷς, ὦ Λυκῖνε, ὡς οὐ μάτην οὐδὲ περὶ μικρῶν κάμων πολίτης ἐπιθυμῶν γενέσθαι καὶ αὐτὸς οὕτω καλῆς καὶ εὐδαίμονος πόλεως;
25 Καὶ γὰρ αὐτός, ὦ Ἑρμότιμε, τῶν αὐτῶν σοι ἐρῶ καὶ οὐκ ἔστιν ὅ τι ἄν μοι πρὸ τούτων εὐξαίμην γενέσθαι. εἰ μὲν οὖν πλησίον ἦν ἡ πόλις καὶ φανερὰ ἰδεῖν ἅπασι, πάλαι ἄν, εὖ ἴσθι, μηδὲν ἐνδοιάσας αὐτὸς ᾔειν ἐς αὐτὴν καὶ ἐπολιτευόμην ἂν ἐκ πολλοῦ, ἐπεὶ δέ, ὡς ὑμεῖς φατε, σύ τε καὶ Ἡσίοδος ὁ ῥαψῳδός, πάνυ πόρρω ἀπῴκισται, ἀνάγκη ζητεῖν ὁδόν τε τὴν ἄγουσαν ἐπ' αὐτὴν καὶ ἡγεμόνα τὸν ἄριστον. ἢ οὐκ οἴει σὺ χρῆναι οὕτω ποιεῖν;
25 Καὶ πῶς ἂν ἄλλως ἔλθοι τις;
25 Οὐκοῦν ὅσον μὲν ἐπὶ τῷ So Fritzsche: σὸν μὲν ἐπὶ τὸ ΓΝ: ὅσον μὲν ἐπὶ τὸ Seager. ὑπισχνεῖσθαι καὶ φάσκειν εἰδέναι πολλὴ ἀφθονία τῶν ἡγησομένων. πολλοὶ γὰρ ἕτοιμοι παρεστᾶσιν αὐτόχθονες ἐκεῖθεν ἕκαστος εἶναι λέγοντες. ὁδός γε μὴν οὐ μία καὶ ἡ αὐτὴ φαίνεται ἀλλὰ πολλαὶ καὶ διάφοροι καὶ οὐδὲν ἀλλήλαις ὅμοιαι· ἡ μὲν γὰρ ἐπὶ τὰ ἑσπέρια, ἡ δὲ ἐπὶ τὴν ἕω φέρειν ἔοικεν, ἡ δέ τις ἐπὶ τὰς ἄρκτους, καὶ ἄλλη εὐθὺ τῆς μεσημβρίας, καὶ ἡ μὲν διὰ λειμώνων καὶ φυτῶν καὶ σκιᾶς εὔυδρος καὶ ἡδεῖα οὐδὲν ἀντίτυπον ἢ δύσβατον ἔχουσα, ἡ δὲ πετρώδης καὶ τραχεῖα πολὺν ἥλιον καὶ δίψος καὶ κάματον προφαίνουσα. καὶ ὅμως αὗται πᾶσαι πρὸς τὴν πόλιν ἄγειν λέγονται μίαν οὖσαν ἐς τὰ ἐναντιώτατα τελευτῶσαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi