Thesauros Edebiyat satire Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων

Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων

Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων Lucian of Samosata
50 ὦ Λυκῖνε, οὐκ οἶδʼ ὅπως εὔλογα μὲν δοκεῖς μοι λέγειν, ἀτὰρ — εἰρήσεται γὰρ τἀληθές — οὐ μετρίως ἀνιᾷς με διεξιὼν αὐτὰ καὶ ἀκριβολογούμενος οὐδὲν δέον. ἴσως δὲ καὶ ἔοικα οὐκ ἐπʼ ἀγαθῷ ἐξεληλυθέναι τήμερον ἐκ τῆς οἰκίας καὶ ἐξελθὼν ἐντετυχηκέναι σοι, ὅς με πλησίον ἤδη τῆς ἐλπίδος ὄντα εἰς ἀπορίας φέρων ἐμβέβληκας ἀδύνατον ἀποφαίνων τῆς ἀληθείας τὴν εὕρεσιν ἐτῶν γε τοσούτων δεομένην.
50 οὐκοῦν, ὦ ἑταῖρε, πολὺ δικαιότερον μέμφοιο ἂν τῷ πατρί σου Μενεκράτει καὶ τῇ μητρὶ — ἥτις ποτὲ καὶ ἐκαλεῖτο, οὐ γὰρ οἶδα — ἢ καὶ πολὺ πρότερον τῇ φύσει ἡμῶν, ὅτι σε μὴ κατὰ τὸν Τιθωνὸν πολυετῆ καὶ μακρόβιον ἔθεσαν, ἀλλὰ περιέγραψαν μὴ πλείω βιῶναι τὸ μήκιστον ἐτῶν ἑκατὸν ἄνθρωπον ὄντα. ἐγὼ δὲ μετὰ σοῦ σκεπτόμενος εὗρον τὸ ἐκ τοῦ λόγου ἀποβάν.
51 οὔκ, ἀλλʼ ὑβριστὴς ἀεὶ σύ, καὶ οὐκ οἶδʼ ὅ τι παθὼν μισεῖς φιλοσοφίαν καὶ ἐς τοὺς φιλοσοφοῦντας ἀποσκώπτεις.
51 ὦ Ἑρμότιμε, ἥτις μὲν ἡ ἀλήθειά ἐστιν ὑμεῖς ἂν ἄμεινον εἴποιτε οἱ σοφοί, σύ τε καὶ ὁ διδάσκαλος· ἐγὼ δὲ τό γε τοσοῦτον οἶδα, ὡς οὐ πάνυ ἡδεῖά ἐστιν αὐτὴ τοῖς ἀκούουσιν, ἀλλὰ παρευδοκιμεῖται ὑπὸ τοῦ ψεύδους παρὰ πολύ· εὐπροσωπότερον γὰρ ἐκεῖνο καὶ διὰ τοῦτο ἥδιον· ἡ δὲ ἅτε μηδὲν κίβδηλον ἑαυτῇ συνειδυῖα μετὰ παρρησίας διαλέγεται τοῖς ἀνθρώποις, καὶ διὰ τοῦτο ἄχθονται αὐτῇ. ἰδού γέ τοι, καὶ σὺ νῦν ἄχθῃ μοι τἀληθὲς ἐξευρόντι περὶ τούτων μετὰ σοῦ καὶ δηλώσαντι οἵων ἐρῶμεν ἐγώ τε καὶ σύ, ὡς οὐ πάνυ ῥᾳδίων· ὥσπερ εἰ ἀνδριάντος ἐρῶν ἐτύγχανες καὶ ᾤου τεύξεσθαι ὑπολαμβάνων ἄνθρωπον εἶναι, ἐγὼ δὲ κατιδὼν ὡς λίθος ἢ χαλκὸς εἴη ἐμήνυσα πρός σε ὑπʼ εὐνοίας ὅτι ἀδυνάτων ἐρᾷς, καὶ τότε δύσνουν ἐμὲ εἶναι ᾤου ἂν σαυτῷ, διότι σε οὐκ εἴων ἐξαπατᾶσθαι ἀλλόκοτα καὶ ἀνέλπιστα ἐλπίζοντα.
52 οὐκοῦν τοῦτο, ὦ Λυκῖνε, φής, ὡς οὐ φιλοσοφητέον ἡμῖν, ἀλλὰ χρὴ ἀργίᾳ παραδιδόντας αὑτοὺς ἰδιώτας καταβιῶναι;

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi