66
ὥστε, ὦ Λυκῖνε, τοῦτο φής, ὅτι οὐδʼ ἂν διὰ πάσης φιλοσοφίας χωρήσωμεν, οὐδὲ τότε πάντως ἕξομεν τἀληθὲς ἐξευρεῖν.
66
μὴ ἐμέ, ὦγαθέ, ἐρώτα, ἀλλὰ τὸν λόγον αὖθις αὐτόν· καὶ ἴσως ἂν ἀποκρίναιτό σοι ὅτι οὐδέπω, ἔστʼ ἂν ἄδηλον ᾖ εἰ ἕν τι τούτων ἐστὶν ὧν οὗτοι λέγουσιν.
67
οὐδέποτε ἄρα ἐξ ὧν σὺ φὴς εὑρήσομεν οὐδὲ φιλοσοφήσομεν, ἀλλὰ δεήσει ἡμᾶς ἰδιώτην τινὰ βίον ζῆν ἀποστάντας τοῦ φιλοσοφεῖν. τοῦτο ξυμβαίνει γε ἐξ ὧν φής, ἀδύνατον εἶναι φιλοσοφῆσαι καὶ ἀνέφικτον ἀνθρώπῳ γε ὄντι· ἀξιοῖς γὰρ τὸν φιλοσοφήσειν μέλλοντα ἑλέσθαι πρῶτον φιλοσοφίαν τὴν ἀρίστην, ἡ δὲ αἵρεσις οὕτως σοι ἐδόκει μόνως ἀκριβὴς ἂν γενέσθαι, εἰ διὰ πάσης φιλοσοφίας χωρήσαντες ἑλοίμεθα τὴν ἀληθεστάτην. εἶτα λογιζόμενος ἐτῶν ἀριθμόν, ὁπόσος ἑκάστῃ ἱκανός, ὑπερεξέπιπτες ἀπομηκύνων τὸ πρᾶγμα ἐς γενεὰς ἄλλας, ὡς ὑπερήμερον γίγνεσθαι τἀληθὲς τοῦ ἑκάστου βίου· τελευτῶν δὲ καὶ τοῦτο αὐτὸ οὐκ ἀνενδοίαστον ἀποφαίνεις, ἄδηλον εἶναι λέγων, εἴτε εὕρηται πρὸς τῶν φιλοσοφούντων πάλαι τἀληθὲς εἴτε καὶ μή.
67
σὺ δὲ πῶς, ὦ Ἑρμότιμε, δύναιο ἂν ἐπομοσάμενος εἰπεῖν ὅτι εὕρηται πρὸς αὐτῶν;
67
ἐγὼ μὲν οὐκ ἂν ὀμόσαιμι.
67
καίτοι πόσα ἄλλα παρεῖδον ἑκών σοι ἐξετάσεως μακρᾶς καὶ αὐτὰ δεόμενα;
68
τὰ ποῖα;
68
οὐκ ἀκούεις τῶν Στωϊκῶν ἢ Ἐπικουρείων ἢ Πλατωνικῶν εἶναι φασκόντων τοὺς μὲν εἰδέναι τοὺς λόγους ἑκάστους, τοὺς δὲ μή, καίτοι τά γε ἄλλα πάνυ ἀξιοπίστους ὄντας;
68
ἀληθῆ ταῦτα.
68
τὸ τοίνυν διακρῖναι τοὺς εἰδότας καὶ διαγνῶναι ἀπὸ τῶν οὐκ εἰδότων μέν, φασκόντων δέ, οὔ σοι δοκεῖ πάνυ ἐργῶδες εἶναι;
68
καὶ μάλα.