Thesauros Edebiyat satire Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων

Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων

Ἑρμότιμος ἢ Περὶ Αἱρέσεων Lucian of Samosata
7 τὰ δὲ δὴ ἄνω ὅτι εὐδαίμονα καὶ τοιαῦτα ὡς πάντα χρῆν ὑπομεῖναι διʼ αὐτά, πόθεν ἔχεις εἰδέναι; οὐ γὰρ δὴ αὐτός πω ἀνελήλυθας.
7 ἀλλὰ τῷ διδασκάλῳ πιστεύω λέγοντι· ὁ δὲ πάνυ οἶδεν ἅτε ἀκρότατος ἤδη ὤν.
7 ἔλεγε δὲ πρὸς θεῶν ποῖα τὰ περὶ αὐτῶν ἢ τίνα τὴν εὐδαιμονίαν εἶναι τὴν ἐκεῖ; ἦ που τινὰ πλοῦτον καὶ δόξαν καὶ ἡδονὰς ἀνυπερβλήτους;
7 εὐφήμει, ὦ ἑταῖρε· οὐδὲν γάρ ἐστι ταῦτα πρὸς τὸν ἐν τῇ ἀρετῇ βίον.
7 ἀλλὰ τίνα φησὶ τἀγαθά, εἰ μὴ ταῦτα, ἕξειν προς τὸ τέλος τῆς ἀσκήσεως ἐλθόντας;
7 σοφίαν καὶ ἀνδρείαν καὶ τὸ καλὸν αὐτὸ καὶ τὸ δίκαιον καὶ τὸ πάντα ἐπίστασθαι βεβαίως πεπεισμένον ᾗ ἕκαστα ἔχει· πλούτους δὲ καὶ δόξας καὶ ἡδονὰς καὶ ὅσα τοῦ σώματος, ταῦτα πάντα κάτω ἀφεὶς καὶ ἀποδυσάμενος ἀνέρχεται, ὥσπερ φασὶ τὸν Ἡρακλέα ἐν τῇ Οἴτῃ κατακαυθέντα θεὸν γενέσθαι· καὶ γὰρ ἐκεῖνος ἀποβαλὼν ὁπόσον ἀνθρώπειον εἶχε παρὰ τῆς μητρὸς καὶ καθαρόν τε καὶ ἀκήρατον φέρων τὸ θεῖον ἀνέπτατο ἐς τοὺς θεοὺς διευκρινηθὲν ὑπὸ τοῦ πυρός. καὶ οὗτοι δὴ ὑπὸ φιλοσοφίας ὥσπερ ὑπό τινος πυρὸς ἅπαντα ταῦτα περιαιρεθέντες, ἃ τοῖς ἄλλοις θαυμαστὰ εἶναι δοκεῖ οὐκ ὀρθῶς δοξάζουσιν, ἀνελθόντες ἐπὶ τὸ ἄκρον εὐδαιμονοῦσι πλούτου καὶ δόξης καὶ ἡδονῶν ἀλλʼ οὐδὲ μεμνημένοι ἔτι, καταγελῶντες δὲ τῶν οἰομένων ταῦτα εἶναι.
8 νὴ τὸν Ἡρακλέα, ὦ Ἑρμότιμε, τὸν ἐν Οἴτῃ ἀνδρεῖα καὶ εὐδαίμονα λέγεις περὶ αὐτῶν. πλὴν ἀλλὰ τόδε μοι εἰπέ, καὶ κατέρχονταί ποτε ἐκ τῆς ἄκρας, ἢν ἐθελήσωσι, χρησόμενοι τοῖς κάτω ἃ καταλελοίπασιν, ἢ ἀνάγκη ἅπαξ ἀνελθόντας αὐτοὺς μένειν καὶ συνεῖναι τῇ ἀρετῇ πλούτου καὶ δόξης καὶ ἡδονῶν καταγελῶντας;
8 οὐ μόνον τοῦτο, ὦ Λυκῖνε, ἀλλʼ ὃς ἂν ἀποτελεσθῇ πρὸς ἀρετήν, οὔτε ὀργῇ οὔτε φόβῳ οὔτʼ ἐπιθυμίαις ὁ τοιοῦτος ἂν δουλεύοι, οὐδὲ λυποῖτο, οὐδὲ ὅλως πάθος ἔτι τοιοῦτον πάθοι ἄν.
8 καὶ μὴν εἴ γέ με δεῖ μηδὲν ὀκνήσαντα εἰπεῖν τἀληθές — ἀλλʼ εὐφημεῖν χρή, οἶμαι, μηδὲ ὅσιον εἶναι ἐξετάζειν τὰ ὑπὸ τῶν σοφῶν γιγνόμενα.
8 μηδαμῶς, ἀλλʼ εἰπὲ ὅ τι καὶ λέγεις.
8 ὅρα, ὦ ἑταῖρε, ὡς ἔγωγε καὶ πάνυ ὀκνῶ.
8 ἀλλὰ μὴ ὄκνει, ὦ γενναῖε, πρός γε μόνον ἐμὲ λέγων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi