26
ὅτι, ὦ ἄριστε, ἄδηλον ὁπόσον χρόνον βιώσεις πλουτῶν. τίς γὰρ οἶδεν εἰ ἔτι σοι παρακειμένης τῆς χρυσῆς τραπέζης, πρὶν ἐπιβαλεῖν τὴν χεῖρα καὶ ἀπογεύσασθαι τοῦ ταὼ ἢ τοῦ Νομάδος ἀλεκτρυόνος, ἀποφυσήσας τὸ ψυχίδιον ἄπει γυψὶ καὶ κόραξι πάντα ἐκεῖνα καταλιπών; ἢ ἐθέλεις καταριθμήσομαί σοι τοὺς μὲν αὐτίκα τοῦ πλούτου πρὶν ἀπολαῦσαι ἀποθανόντας, ἐνίους δὲ καὶ ζῶντας ἀποστερηθέντας ὧν εἶχον ὑπό τινος βασκάνου πρὸς τὰ τοιαῦτα δαίμονος; ἀκούεις γάρ που τὸν Κροῖσον καὶ τὸν Πολυκράτην πολύ σου πλουσιωτέρους γενομένους ἐκπεσόντας ἐν βραχεῖ τῶν ἀγαθῶν ἁπάντων.
27
ἵνα δέ σοι καὶ τούτους ἀφῶ, τό γε ὑγιαίνειν ἐχέγγυον οἴει σοι γενήσεσθαι καὶ βέβαιον; ἢ οὐχ ὁρᾷς πολλοὺς τῶν πλουσίων κακοδαιμόνως διάγοντας ὑπὸ τῶν ἀλγηδόνων, τοὺς μὲν οὐδὲ βαδίζειν δυναμένους, ἐνίους δὲ τυφλοὺς ἢ τῶν ἐντοσθιδίων τι ἀλγοῦντας; ὅτι μὲν γὰρ οὐκ ἂν ἕλοιο πλουτῶν δὶς τοσοῦτον πλοῦτον ὅμοια πάσχειν Φανομάχῳ τῷ πλουσίῳ καὶ θηλύνεσθαι ὡς ἐκεῖνος εὖ οἶδα, κἂν μὴ εἴπῃς. ἐῶ λέγειν ὅσας ἐπιβουλὰς μετὰ τοῦ πλούτου καὶ λῃστὰς καὶ φθόνον καὶ μῖσος παρὰ τῶν πολλῶν ὁρᾷς οἵων σοι πραγμάτων αἴτιος ὁ θησαυρὸς γίνεται;
27
ἀεὶ σύ μοι, ὦ Λυκῖνε, ὑπεναντίος· ὥστε οὐδὲ τὴν χοίνικα ἔτι λήψῃ ἐς τέλος μου τῆς εὐχῆς ἐπηρεάζων.
27
τοῦτο μὲν ἤδη κατὰ τοὺς πολλοὺς τῶν πλουσίων ἀναδύῃ καὶ ἀνακαλεῖς τὴν ὑπόσχεσιν. ἀλλὰ σὺ ἤδη ὁ Σάμιππος εὔχου.