Thesauros Edebiyat satire Πλοῖον ἢ Εὐχαί

Πλοῖον ἢ Εὐχαί

Πλοῖον ἢ Εὐχαί Lucian of Samosata
20 εὖ λέγεις, καὶ ἀνορωρύχθω θησαυρὸς ὑπὸ τὸν Ἑρμῆν τὸν λίθινον, ὅς ἐστιν ἡμῖν ἐν τῇ αὐλῇ, μέδιμνοι χίλιοι χρυσίου ἐπισήμου. εὐθὺς οὖν κατὰ τὸν Ἡσίοδον οἶκος τὸ πρῶτον, ὡς ἂν ἐπισημότατα οἰκοίην, καὶ τὰ περὶ τὸ ἄστυ πάντα ὠνησάμην ἤδη πλὴν ὅσα Ἰσθμοῖ καὶ Πυθοῖ, καὶ ἐν Ἐλευσῖνι ὅσα ἐπὶ θαλάττῃ καὶ περὶ τὸν Ἰσθμὸν ὀλίγα τῶν ἀγώνων ἕνεκα, εἴ ποτε δὴ τὰ Ἴσθμια ἐπιδημήσαιμι, καὶ τὸ Σικυώνιον πεδίον, καὶ ὅλως εἴ πού τι συνηρεφὲς ἢ ἔνυδρον ἢ εὔκαρπον ἐν τῇ Ἑλλάδι, πάντα ἐν ὀλίγῳ Ἀδειμάντου ἔστω. ὁ χρυσὸς δὲ κοῖλος ἡμῖν ἐμφαγεῖν, τὰ δὲ ἐκπώματα οὐ κοῦφα ὡς τὰ Ἐχεκράτους, ἀλλὰ διτάλαντον ἕκαστον τὴν ὁλκήν.
21 εἶτα πῶς ὁ οἰνοχόος ὀρέξει πλῆρες οὕτω βαρὺ ἔκπωμα; ἢ σὺ δέξῃ παρʼ αὐτοῦ ἀμογητὶ οὐ σκύφον, ἀλλὰ Σισύφειόν τι βάρος ἀναδιδόντος;
21 ἄνθρωπε, μή μʼ ἀνάλυε τὴν εὐχήν. ἐγὼ δὲ καὶ τραπέζας ὅλας χρυσᾶς ποιήσομαι καὶ τὰς κλίνας χρυσᾶς, εἰ δὲ μὴ σιωπήσῃ, καὶ τοὺς διακόνους αὐτούς.
21 ὅρα μόνον μὴ ὥσπερ τῷ Μίδᾳ καὶ ὁ ἄρτος σοι καὶ τὸ ποτὸν χρυσὸς γένηται καὶ πλουτῶν ἄθλιος ἀπόλῃ λιμῷ διαφθαρεὶς πολυτελεῖ.
21 τὰ σὰ ῥυθμιεῖς πιθανώτερον, ὦ Λυκῖνε, μετʼ ὀλίγον, ἐπειδὰν αὐτὸς αἰτῇς.
22 ἐσθὴς ἐπὶ τούτοις ἁλουργὶς καὶ ὁ βίος οἷος ἁβρότατος, ὕπνος ἐφʼ ὅσον ἥδιστος, φίλων πρόσοδοι καὶ δεήσεις καὶ τὸ ἅπαντας ὑποπτήσσειν καὶ προσκυνεῖν, καὶ οἱ μὲν ἕωθεν πρὸς ταῖς θύραις ἄνω καὶ κάτω περιπατήσουσιν, ἐν αὐτοῖς δὲ καὶ Κλεαίνετος καὶ Δημόκριτος οἱ πάνυ, καὶ προσελθοῦσί γε αὐτοῖς καὶ πρὸ τῶν ἄλλων εἰσδεχθῆναι ἀξιοῦσι θυρωροὶ ἑπτὰ ἐφεστῶτες, εὐμεγέθεις βάρβαροι, προσαραξάτωσαν ἐς τὸ μέτωπον εὐθὺ τὴν θύραν, οἷα νῦν αὐτοὶ ποιοῦσιν. ἐγὼ δέ, ὁπόταν δόξῃ, προκύψας ὥσπερ ὁ ἥλιος ἐκείνων μεν οὐδὲ ἐπιβλέψομαι ἐνίους, εἰ δέ τις πένης, οἷος ἦν ἐγὼ πρὸ τοῦ θησαυροῦ, φιλοφρονήσομαι τοῦτον καὶ λουσάμενον ἥκειν κελεύσω τὴν ὥραν ἐπὶ τὸ δεῖπνον. οἱ δὲ ἀποπνιγήσονται οἱ πλούσιοι ὁρῶντες ὀχήματα, ἵππους καὶ παῖδας ὡραίους ὅσον δισχιλίους, ἐξ ἁπάσης ἡλικίας ὅ τι περ τὸ ἀνθηρότατον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi