Thesauros Edebiyat satire Νεκρικοὶ Διάλογοι

Νεκρικοὶ Διάλογοι

Νεκρικοὶ Διάλογοι Lucian of Samosata

Kitap 2

1 Ἀπόδος, ὦ κατάρατε, τὰ πορθμεῖα.
1 Βόα, εἰ τοῦτό σοι, ὦ Χάρων, ἥδιον.
1 Ἀπόδος, φημί, ἀνθ' ὧν σε διεπορθμεύσαμεν.
1 Οὐκ ἂν λάβοις παρὰ τοῦ μὴ ἔχοντος.
1 Ἔστι δέ τις ὀβολὸν μὴ ἔχων;
1 Εἰ μὲν καὶ ἄλλος τις οὐκ οἶδα, ἐγὼ δ’ οὐκ ἔχω.
1 Καὶ μὴν ἄγξω σε νὴ τὸν Πλούτωνα, ὦ μιαρέ, ἢν μὴ ἀποδῷς.
1 Κἀγὼ τῷ ξύλῳ σου πατάξας διαλύσω παραλύσω γ. τὸ κρανίον.
1 Μάτην οὖν ἔσῃ πεπλευκὼς ἔσῃ πεπλευκὼς . . . . γ: πέπλευκας . . . .; β. τοσοῦτον πλοῦν.
1 Ὁ Ἑρμῆς ὑπὲρ ἐμοῦ σοι ἀποδότω, ὅς με παρέδωκέ σοι.
2 Νὴ Δί' ὀναίμην ὠνάμην β. γε, εἰ μέλλω καὶ ὑπερεκτίνειν τῶν νεκρῶν.
2 Οὐκ ἀποστήσομαί σου.
2 Τούτου γε ἕνεκα νεωλκήσας τὸ πορθμεῖον παράμενε· πλὴν ἀλλ’ ὅ γε μὴ ἔχω, πῶς ἂν λάβοις;
2 Σὺ δ’ οὐκ ᾔδεις κομίζειν δέον;
2 Ἤιδειν μέν, οὐκ εἶχον δέ. τί οὖν; ἐχρῆν διὰ τοῦτο μὴ ἀποθανεῖν;
2 Μόνος οὖν αὐχήσεις προῖκα πεπλευκέναι;
2 Οὐ προῖκα, ὦ βέλτιστε· καὶ γὰρ ἤντλησα καὶ τῆς κώπης συνεπελαβόμην καὶ οὐκ ἔκλαον μόνος τῶν ἄλλων ἐπιβατῶν.
2 Οὐδὲν ταῦτα πρὸς πορθμέα· τὸν ὀβολὸν ἀποδοῦναί σε δεῖ· οὐ θέμις ἄλλως γενέσθαι.
3 Οὐκοῦν ἄπαγέ με αὖθις ἐς τὸν βίον.
3 Χάριεν λέγεις, ἵνα καὶ πληγὰς ἐπὶ τούτῳ παρὰ τοῦ Αἰακοῦ προσλάβω.
3 Μὴ ἐνόχλει οὖν.
3 Δεῖξον τί ἐν τῇ πήρᾳ ἔχεις.
3 Θέρμους, εἰ θέλεις, καὶ τῆς Ἑκάτης τὸ δεῖπνον.
3 Πόθεν τοῦτον ἡμῖν, ὦ Ἑρμῆ, τὸν κύνα ἤγαγες; οἷα δὲ καὶ ἐλάλει παρὰ τὸν πλοῦν τῶν ἐπιβατῶν ἁπάντων καταγελῶν καὶ ἐπισκώπτων καὶ μόνος ᾄδων οἰμωζόντων ἐκείνων.
3 Ἀγνοεῖς, ὦ Χάρων, ὅντινα ἄνδρα διεπόρθμευσας; ἐλεύθερον ἀκριβῶς· οὐδένος αὐτῷ μέλει. οὗτός ἐστιν ὁ Μένιππος.
3 Καὶ μὴν ἄν σε λάβω ποτέ—
3 Ἄν λάβῃς, ὦ βέλτιστε· δὶς δὲ οὐκ ἂν λάβοις.
1 / 1

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi