Thesauros Edebiyat satire Νεκρικοὶ Διάλογοι

Νεκρικοὶ Διάλογοι

Νεκρικοὶ Διάλογοι Lucian of Samosata

Kitap 22

1 ἀπόδος, ὦ κατάρατε, τὰ πορθμεῖα.
1 βόα, εἰ τοῦτό σοι, ὦ Χάρων, ἥδιον.
1 ἀπόδος, φημί, ἀνθʼ ὧν σε διεπορθμεύσαμεν.
1 οὐκ ἂν λάβοις παρὰ τοῦ μὴ ἔχοντος.
1 ἔστι δέ τις ὀβολὸν μὴ ἔχων;
1 εἰ μὲν καὶ ἄλλος τις οὐκ οἶδα, ἐγὼ δʼ οὐκ ἔχω.
1 καὶ μὴν ἄγξω σε νὴ τὸν Πλούτωνα, ὦ μιαρέ, ἢν μὴ ἀποδῷς.
1 κἀγὼ τῷ ξύλῳ σου πατάξας διαλύσω τὸ κρανίον.
1 μάτην οὖν ἔσῃ πεπλευκὼς τοσοῦτον πλοῦν.
1 ὁ Ἑρμῆς ὑπὲρ ἐμοῦ σοι ἀποδότω, ὅς με παρέδωκέ σοι.
2 νὴ Δίʼ ὠνάμην γε, εἰ μέλλω καὶ ὑπερεκτίνειν τῶν νεκρῶν.
2 οὐκ ἀποστήσομαί σου.
2 τούτου γε ἕνεκα καὶ νεωλκήσας τὸ πορθμεῖον παράμενε· πλὴν ἀλλʼ ὅ γε μὴ ἔχω, πῶς ἂν λάβοις;
2 σὺ δʼ οὐκ ᾔδεις ὡς κομίζεσθαι δέον;
2 Ἤιδειν μέν, οὐκ εἶχον δέ. τί οὖν; ἐχρῆν διὰ τοῦτο μὴ ἀποθανεῖν;
2 μόνος οὖν αὐχήσεις προῖκα πεπλευκέναι;
2 οὐ προῖκα, ὦ βέλτιστε· καὶ γὰρ ἤντλησα καὶ τῆς κώπης συνεπελαβόμην καὶ οὐκ ἔκλαον μόνος τῶν ἄλλων ἐπιβατῶν.
2 οὐδὲν ταῦτα πρὸς πορθμέα· τὸν ὀβολὸν ἀποδοῦναί σε δεῖ· οὐ θέμις ἄλλως γενέσθαι.
3 οὐκοῦν ἄπαγέ με αὖθις ἐς τὸν βίον.
3 χάριεν λέγεις, ἵνα καὶ πληγὰς ἐπὶ τούτῳ παρα τοῦ Αἰακοῦ προσλάβω.
3 μὴ ἐνόχλει οὖν.
3 δεῖξον τί ἐν τῇ πήρᾳ ἔχεις.
3 θέρμους, εἰ θέλεις, καὶ τῆς Ἑκάτης τὸ δεῖπνον.
3 πόθεν τοῦτον ἡμῖν, ὦ Ἑρμῆ, τὸν κύνα ἤγαγες; οἷα δὲ καὶ ἐλάλει παρὰ τὸν πλοῦν τῶν ἐπιβατῶν ἁπάντων καταγελῶν καὶ ἐπισκώπτων καὶ μόνος ᾅδων οἰμωζόντων ἐκείνων.
3 ἀγνοεῖς, ὦ Χάρων, ὅντινα ἄνδρα διεπόρ θμευσας; ἐλεύθερον ἀκριβῶς, κοὐδενὸς αὐτῷ μέλει. οὗτός ἐστιν ὁ Μένιππος.
3 καὶ μὴν ἄν σε λάβω ποτέ —
3 ἂν λάβῃς, ὦ βέλτιστε· δὶς δὲ οὐκ ἂν λάβοις.
1 / 1

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi