Thesauros Edebiyat satire Νεκρικοὶ Διάλογοι

Νεκρικοὶ Διάλογοι

Νεκρικοὶ Διάλογοι Lucian of Samosata

Kitap 8

1 τοῦτο ἐκεῖνο τὸ τῆς παροιμίας· ὁ νεβρὸς τὸν λέοντα.
1 τί ἀγανακτεῖς, ὦ Κνήμων;
1 πυνθάνῃ ὅ τι ἀγανακτῶ; κληρονόμον ἀκούσιον καταλέλοιπα κατασοφισθεὶς ἄθλιος, οὓς ἐβουλόμην ἂν μάλιστα σχεῖν τἀμὰ παραλιπών.
1 πῶς τοῦτο ἐγένετο;
1 Ἑρμόλαον τὸν πάνυ πλούσιον ἄτεκνον ὄντα ἐθεράπευον ἐπὶ θανάτῳ, κἀκεῖνος οὐκ ἀηδῶς τὴν θεραπείαν προσίετο. ἔδοξε δή μοι καὶ σοφὸν τοῦτο εἶναι, θέσθαι διαθήκας ἐς τὸ φανερόν, ἐν αἷς ἐκείνῳ καταλέλοιπα τἀμὰ πάντα, ὡς κἀκεῖνος ζηλώσειε καὶ τὰ αὐτὰ πράξειε.
1 τί οὖν δὴ ἐκεῖνος;
1 ὅ τι μὲν αὐτὸς ἐνέγραψε ταῖς ἑαυτοῦ διαθήκαις οὐκ οἶδα ἐγὼ γοῦν ἄφνω ἀπέθανον τοῦ τέγους μοι ἐπιπεσόντος, καὶ νῦν Ἑρμόλαος ἔχει τἀμὰ ὥσπερ τις λαβραξ καὶ τὸ ἄγκιστρον τῷ δελέατι συγκατασπάσας.
1 Οὐ μόνον, ἀλλὰ καὶ αὐτόν σε τὸν ἁλιέα· ὥστε σόφισμα κατὰ σαυτοῦ συντέθεικας.
1 ἔοικα· οἰμώζω τοιγαροῦν.
1 / 1

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi