Thesauros Edebiyat satire Ἐνάλιοι Διάλογοι

Ἐνάλιοι Διάλογοι

Ἐνάλιοι Διάλογοι Lucian of Samosata

Kitap 10

1 Δέξαι με, ὦ θάλασσα, δεινὰ πεπονθότα καὶ κατάσβεσόν μου τὰ τραύματα.
1 Τί τοῦτο, ὦ Ξάνθε; τίς σε κατέκαυσεν;
1 Ὁ Ἥφαιστος. ἀλλ’ ἀπηνθράκωμαι ὅλος ὁ κακοδαίμων καὶ ζέω.
1 Διὰ τί δαί σοι καὶ ἐνέβαλε τὸ πῦρ;
1 Διὰ τὸν ταύτης υἱὸν τῆς Θέτιδος· ἐπεὶ γὰρ φονεύοντα τοὺς Φρύγας ἱκετεύσας οὐκ ἔπαυσα ἱκέτευσα ὁ δὲ οὐκ ἐπαύσατο γ. τῆς ὀργῆς, ἀλλ’ ὑπὸ τῶν νεκρῶν ἐνέφραττέ μοι τὸν ῥοῦν, ἐλεήσας τοὺς ἀθλίους ἐπῆλθον ἐπικλύσαι ἐθέλων, ὡς φοβηθεὶς ἀπόσχοιτο τῶν ἀνδρῶν.
2 ἐνταῦθα ὁ Ἥφαιστος—ἔτυχε γὰρ πλησίον που ὤν—πᾶν οἶμαι ὅσον ἐν τῇ καμίνῳ πῦρ εἶχεν πᾶν ὅσον οἶμαι πῦρ εἶχε β. καὶ ὅσον ἐν τῇ Αἴτνῃ φέρων φέρων γ: καὶ εἴ ποθι ἄλλοθι φέρων β. ἐπῆλθέ μοι, καὶ ἔκαυσε μὲν τὰς πτελέας μου καὶ μυρίκας, ὤπτησε δὲ καὶ τοὺς κακοδαίμονας ἰχθῦς καὶ τὰς ἐγχέλεις, αὐτὸν δὲ ἐμὲ ὑπερκαχλάσαι ποιήσας μικροῦ δεῖν ὅλον ξηρὸν εἴργασται. ὁρᾷς γοῦν ὅπως διάκειμαι ἀπὸ ὑπὸ β. τῶν ἐγκαυμάτων.
2 Θολερός, ὦ Ξάνθε, καὶ θερμός, ὡς εἰκός, τὸ αἷμα μὲν ἀπὸ τῶν νεκρῶν, ἡ θέρμη δέ, ὡς φῄς, ἀπὸ τοῦ πυρός· καὶ εἰκότως, ὦ Ξάνθε, ὃς ἐπὶ τὸν ἐμὸν υἱωνὸν υἱὸν γβ: corr. edd.. ὥρμησας οὐκ αἰδεσθεὶς ὅτι Νηρεΐδος υἱὸς ἦν.
2 Οὐκ ἔδει οὖν ἐλεῆσαι γείτονας ὄντας τοὺς Φρύγας;
2 Τὸν Ἥφαιστον δὲ οὐκ ἔδει ἐλεῆσαι Θέτιδος υἱὸν ὄντα τὸν Ἀχιλλέα;
1 / 1

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi