Kitap 11
1
Ταύτην, ὦ Ζέφυρε, τὴν δάμαλιν, ἣν διὰ τοῦ πελάγους εἰς Αἴγυπτον ὁ Ἑρμῆς ἄγει, ὁ Ζεὺς διεκόρησεν διεκόρευσεν β. ἁλοὺς ἔρωτι;
1
Ναί, ὦ Νότε· οὐ δάμαλις δὲ τότε, ἀλλὰ παῖς ἦν τοῦ ποταμοῦ Ἰνάχου· νῦν δὲ ἡ Ἥρα τοιαύτην ἐποίησεν αὐτὴν ζηλοτυπήσασα, ὅτι πάνυ ἑώρα ἐρῶντα τὸν Δία.
1
Νῦν δὲ ἔτι ἐρᾷ τῆς βοός;
1
Καὶ μάλα, καὶ διὰ τοῦτο αὐτὴν εἰς Αἴγυπτον ἔπεμψεν καὶ ἡμῖν προσέταξε μὴ κυμαίνειν τὴν θάλασσαν ἔστ' ἂν διανήξεται, διανήξηται B post correctionem, et recc.. ὡς ἀποτεκοῦσα ἐκεῖ—κυεῖ δὲ ἤδη—θεὸς γένοιτο καὶ αὐτὴ καὶ τὸ τεχθέν.
2
Ἡ δάμαλις θεός;
2
Καὶ μάλα, ὦ Νότε· ἄρξει τε, ὡς ὁ Ἑρμῆς ἔφη, τῶν πλεόντων καὶ ἡμῶν ἔσται δέσποινα, ὅντινα ἂν ἡμῶν ἐθέλῃ ἐκπέμψαι ἢ κωλῦσαι ἐπιπνεῖν.
2
Θεραπευτέα τοιγαροῦν, ὦ Ζέφυρε, ἤδη δέσποινά γε οὖσα. εὐνουστέρα γὰρ ἂν οὕτως γένοιτο.
2
Ἀλλ' ἤδη γὰρ διεπέρασε καὶ ἐξένευσεν ἐς τὴν γῆν. ὁρᾷς ὅπως οὐκέτι μὲν τετραποδητὶ τετραποδιστὶ β. βαδίζει, ἀνορθώσας δὲ αὐτὴν ὁ Ἑρμῆς γυναῖκα παγκάλην αὖθις ἐποίησεν;
2
Παράδοξα γοῦν ταῦτα, ὦ Ζέφυρε· οὐκέτι τὰ κέρατα οὐδὲ οὐρὰ καὶ δίχηλα τὰ σκέλη, ἀλλ’ ἐπέραστος κόρη. ὁ μέντοι Ἑρμῆς τί παθὼν μεταβέβληκεν ἑαυτὸν καὶ ἀντὶ νεανίου κυνοπρόσωπος γεγένηται;
2
Μὴ πολυπραγμονῶμεν, ὅτι ἄμεινον ἐκεῖνος οἶδε τὸ πρακτέον. ὅτε . . . τὰ πρακτέα β.