Thesauros Edebiyat satire Ἐνάλιοι Διάλογοι

Ἐνάλιοι Διάλογοι

Ἐνάλιοι Διάλογοι Lucian of Samosata

Kitap 4

1 ἀλλὰ ὕδωρ μέν σε γίγνεσθαι, ὦ Πρωτεῦ, οὐκ ἀπίθανον, ἐνάλιόν γε ὄντα, καὶ δένδρον, ἔτι φορητόν, καὶ ἐς λέοντα δὲ ὁπότε ἀλλαγείης, ὅμως οὐδὲ τοῦτο ἔξω πίστεως· εἰ δὲ καὶ πῦρ γίγνεσθαι δυνατὸν ἐν θαλάττῃ οἰκοῦντα, τοῦτο πάνυ θαυμάζω καὶ ἀπιστῶ.
1 μὴ θαυμάσῃς, ὦ Μενέλαε· γίγνομαι γάρ.
1 εἶδον καὶ αὐτός· ἀλλά μοι δοκεῖς — εἰρήσεται γὰρ πρὸς σέ — γοητείαν τινὰ προσάγειν τῷ πράγματι καὶ τοὺς ὀφθαλμοὺς ἐξαπατᾶν τῶν ὁρώντων αὐτὸς οὐδὲν τοιοῦτο γιγνόμενος.
2 καὶ τίς ἂν ἡ ἀπάτη ἐπὶ τῶν οὕτως ἐναργῶν γένοιτο; οὐκ ἀνεῳγμένοις τοῖς ὀφθαλμοῖς εἶδες, ἐς ὅσα μετεποίησα ἐμαυτόν; εἰ δὲ ἀπιστεῖς καὶ τὸ πρᾶγμα ψευδὲς εἶναι δοκεῖ, φαντασία τις πρὸ τῶν ὀφθαλμῶν ἱσταμένη, ἐπειδὰν πῦρ γένωμαι, προσένεγκέ μοι, ὦ γενναιότατε, τὴν χεῖρα· εἴσῃ γάρ, εἰ ὁρῶμαι μόνον ἢ καὶ τὸ κάειν τότε μοι πρόσεστιν.
2 οὐκ ἀσφαλὴς ἡ πεῖρα, ὦ Πρωτεῦ.
2 σὺ δέ μοι, Μενέλαε, δοκεῖς οὐδὲ πολύπουν ἑωρακέναι πώποτε οὐδὲ ὃ πάσχει ὁ ἰχθυς οὗτος εἰδέναι.
2 ἀλλὰ τὸν μὲν πολύπουν εἶδον, ἃ πάσχει δέ, ἡδέως ἂν μάθοιμι παρὰ σοῦ.
3 ὁποίᾳ ἂν πέτρᾳ προσελθὼν ἁρμόσῃ τὰς κοτύλας καὶ προσφὺς ἔχηται κατὰ τὰς πλεκτάνας, ἐκείνῃ ὅμοιον ἀπεργάζεται ἑαυτὸν καὶ μεταβάλλει τὴν χρόαν μιμούμενος τὴν πέτραν, ὡς ἂν λάθῃ τοὺς ἁλιέας μὴ διαλλάττων μηδὲ φανερὸς ὢν διὰ τοῦτο, ἀλλὰ ἐοικὼς τῷ λίθῳ.
3 φασὶ ταῦτα· τὸ δὲ σὸν πολλῷ παραδοξότερον, ὦ Πρωτεῦ.
3 οὐκ οἶδα, ὦ Μενέλαε, τίνι ἂν ἄλλῳ πιστεύσειας τοῖς ἑαυτοῦ ὀφθαλμοῖς ἀπιστῶν.
3 εἶδον· ἀλλὰ τὸ πρᾶγμα τεράστιον, ὁ αὐτὸς πῦρ καὶ ὕδωρ.
1 / 1

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi